![]() |
Δείτε εδώ τα πιο πρόσφατα μηνύματα από όλες τις περιοχές συζητήσεων, καθώς και όλες τις υπηρεσίες της AcroBase. H εγγραφή σας είναι γρήγορη και εύκολη. |
|
Κεντρική σελίδα |
Λίστα Μελών | Games | Σημειώστε όλα τα forums ως διαβασμένα | Σημειώστε όλα τα forums ως διαβασμένα |
|
![]() |
|
Εργαλεία Θεμάτων | Τρόποι εμφάνισης |
|
![]() |
#1
|
![]() |
![]() |
#2
|
![]() |
|
||||
250-500
Χορός ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα. Ἐτεοκλής οὐκ ἐς φθόρον σιγῶσ᾽ ἀνασχήσῃ τάδε; Χορός θεοὶ πολῖται, μή με δουλείας τυχεῖν. Ἐτεοκλής αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν. Χορός ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος. 255 Ἐτεοκλής ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος. Χορός μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις. Ἐτεοκλής παλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων; Χορός ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος. Ἐτεοκλής αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος. 260 Χορός λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ᾽ εἴσομαι. Ἐτεοκλής σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει. Χορός σιγῶ• σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον. Ἐτεοκλής τοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν. καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ᾽ ἀγαλμάτων, 265 εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς• κἀμῶν ἀκούσασ᾽ εὐγμάτων, ἔπειτα σὺ ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον, Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς, θάρσος φίλοις, λύουσα πολέμιον φόβον. 270 ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς, πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις, Δίρκης τε πηγαῖς, ὕδατί τ᾽ Ἰσμηνοῦ λέγω εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης, μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν, 275 [ταυροκτονοῦντας θεοῖσιν, ὧδ᾽ ἐπεύχομαι] θύσειν τροπαῖα, δαΐων δ᾽ ἐσθήματα, στέψω λάφυρα δουρίπληχθ᾽ ἁγνοῖς δόμοις. [στέψω πρὸ ναῶν, πολεμίων δ᾽ ἐσθήματα.] τοιαῦτ᾽ ἐπεύχου μὴ φιλοστόνως θεοῖς, 280 μηδ᾽ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν• οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον. ἐγὼ δέ γ᾽ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών, 285 πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο. Χορός μέλει, φόβῳ δ᾽ οὐχ ὑπνώσσει κέαρ• γείτονες δὲ καρδίας μέριμναι ζωπυροῦσι τάρβος 290 τὸν ἀμφιτειχῆ λεών, δράκοντας ὥς τις τέκνων ὑπερδέδοικεν λεχαίων δυσευνάτορας πάντρομος πελειάς. τοὶ μὲν γὰρ ποτὶ πύργους 295 πανδαμεὶ πανομιλεὶ στείχουσιν. τί γένωμαι; τοὶ δ᾽ ἐπ᾽ ἀμφιβόλοισιν ἰάπτουσι πολίταις χερμάδ᾽ ὀκριόεσσαν. 300 παντὶ τρόπῳ, Διογενεῖς θεοί, πόλιν καὶ στρατὸν Καδμογενῆ ῥύεσθε. ποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον τᾶσδ᾽ ἄρειον, ἐχθροῖς 305 ἀφέντες τὰν βαθύχθον᾽ αἶαν, ὕδωρ τε Διρκαῖον, εὐ- τραφέστατον πωμάτων ὅσων ἵησιν Ποσει- δᾶν ὁ γαιάοχος 310 Τηθύος τε παῖδες. πρὸς τάδ᾽, ὦ πολιοῦχοι θεοί, τοῖσι μὲν ἔξω πύργων ἀνδρολέτειραν κῆρα, ῥίψοπλον ἄταν, 315 ἐμβαλόντες ἄροισθε κῦδος τοῖσδε πολίταις. καὶ πόλεως ῥύτορες <ἔστ᾽> εὔεδροί τε στάθητ᾽ ὀξυγόοις λιταῖσιν. 320 οἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν δουλίαν ψαφαρᾷ σποδῷ ὑπ᾽ ἀνδρὸς Ἀχαιοῦ θεόθεν περθομέναν ἀτίμως, 325 τὰς δὲ κεχειρωμένας ἄγεσθαι, ἒ ἔ, νέας τε καὶ παλαιὰς ἱππηδὸν πλοκάμων, περιρ- ρηγνυμένων φαρέων. βοᾷ δ᾽ ἐκκενουμένα πόλις, 330 λαΐδος ὀλλυμένας μιξοθρόου• βαρείας τοι τύχας προταρβῶ. κλαυτὸν δ᾽ ἀρτιτρόποις ὠμοδρόποις νομίμων προπάροιθεν διαμεῖψαι δωμάτων στυγερὰν ὁδόν• 335 τί; τὸν φθίμενον γὰρ προλέγω βέλτερα τῶνδε πράσσειν• πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ, ἒ ἔ, δυστυχῆ τε πράσσει. ἄλλος δ᾽ ἄλλον ἄγει, φονεύ- 340 ει, τὰ δὲ πυρφορεῖ• καπνῷ [δὲ] χραίνεται πόλισμ᾽ ἅπαν• μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας μιαίνων εὐσέβειαν Ἄρης. κορκορυγαὶ δ᾽ ἀν᾽ ἄστυ, προτὶ [πτόλιν] 345 δ᾽ ὁρκάνα πυργῶτις• πρὸς ἀνδρὸς δ᾽ ἀνὴρ <ἀμφὶ> δορὶ κλίνεται• βλαχαὶ δ᾽ αἱματόεσσαι τῶν ἐπιμαστιδίων ἀρτιτρεφεῖς βρέμονται. 350 ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες• ξυμβολεῖ φέρων φέροντι, καὶ κενὸς κενὸν καλεῖ, ξύννομον θέλων ἔχειν, οὔτε μεῖον οὔτ᾽ ἴσον λελιμμένοι. 355 τἀκ τῶνδ᾽ εἰκάσαι λόγος πάρα. παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν ἀλγύνει κυρήσας• πικρὸν δ᾽ ὄμμα θαλαμηπόλων• πολλὰ δ᾽ ἀκριτόφυρτος 360 γᾶς δόσις οὐτιδανοῖς ἐν ῥοθίοις φορεῖται. δμωίδες δὲ καινοπήμονες νέαι• τλάμον᾽ εὐνὰν αἰχμάλωτον ἀνδρὸς εὐτυχοῦντος ὣς 365 δυσμενοῦς ὑπερτέρου ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν, παγκλαύτων ἀλγέων ἐπίρροθον. Ἡμιχόριον Α ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ πευθώ τιν᾽ ἡμῖν, ὦ φίλαι, νέαν φέρει, 370 σπουδῇ διώκων πομπίμους χνόας ποδῶν. Ἡμιχόριον Β καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν• σπουδὴ δὲ καὶ τοῦδ᾽ οὐκ ἀπαρτίζει πόδα. Ἄγγελος λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων, 375 ὥς τ᾽ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον. Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν ὁ μάντις• οὐ γὰρ σφάγια γίγνεται καλά. Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος 380 μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ• θείνει δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν, σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ. τοιαῦτ᾽ ἀυτῶν τρεῖς κατασκίους λόφους σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δ᾽ ἔσω 385 χαλκήλατοι κλάζουσι κώδωνες φόβον• ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε, φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον• λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει, πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει. 390 τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν, ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει, ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων. τίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν 395 κλῄθρων λυθέντων προστατεῖν φερέγγυος; Ἐτεοκλής κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ, οὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα• λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός. καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος 400 ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν, τάχ᾽ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί. εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι, τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον, 405 καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται. ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων, μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους. 410 αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ. σπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο, ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος, Μελάνιππος• ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ• Δίκη δ᾽ ὁμαίμων κάρτα νιν προστέλλεται 415 εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ. Χορός τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν θεοὶ δοῖεν, ὡς δικαίως πόλεως πρόμαχος ὄρνυται• τρέμω δ᾽ αἱματη- φόρους μόρους ὑπὲρ φίλων 420 ὀλομένων ἰδέσθαι. Ἄγγελος τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί• Καπανεὺς δ᾽ ἐπ᾽ Ἠλέκτραισιν εἴληχεν πύλαις, γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ, 425 πύργοις δ᾽ ἀπειλεῖ δείν᾽, ἃ μὴ κραίνοι τύχη• θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν. τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς 430 μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν• ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον, φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη• χρυσοῖς δὲ φωνεῖ γράμμασιν "πρήσω πόλιν." τοιῷδε φωτὶ πέμπε--τίς ξυστήσεται, 435 τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ; Ἐτεοκλής καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται. τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται κατήγορος• Καπανεὺς δ᾽ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος, 440 θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ᾽ ἔπη• πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον 445 μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου. ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ, κεἰ στόμαργός ἐστ᾽ ἄγαν, αἴθων τέτακται λῆμα, Πολυφόντου βία, φερέγγυον φρούρημα, προστατηρίας Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς. 450 λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα. Χορός ὄλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται, κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι, πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θ᾽ ἑδωλίων ὑπερκόπῳ 455 δορί ποτ᾽ ἐκλαπάξαι. Ἄγγελος καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις λέξω• τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος ἐξ ὑπτίου ᾽πήδησεν εὐχάλκου κράνους, πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον. 460 ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι. φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον, μυκτηροκόμποις πνεύμασιν πληρούμενοι. ἐσχημάτισται δ᾽ ἀσπὶς οὐ σμικρὸν τρόπον• 465 ἀνὴρ [δ᾽•] ὁπλίτης κλίμακος προσαμβάσεις στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων. βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς, ὡς οὐδ᾽ ἂν Ἄρης σφ᾽ ἐκβάλοι πυργωμάτων. καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον 470 πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν. Ἐτεοκλής πέμποιμ᾽ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ• καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων, Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν γένους, ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων 475 βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται, ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί, ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾽ ἀσπίδος ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός. κόμπαζ᾽ ἐπ᾽ ἄλλῳ, μηδέ μοι φθόνει λέγων. 480 Χορός ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼ πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν. ὡς δ᾽ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει μαινομένᾳ φρενί, τώς νιν Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων. 485 Ἄγγελος τέταρτος ἄλλος, γείτονας πύλας ἔχων Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται, Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος• ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω, ἔφριξα δινήσαντος• οὐκ ἄλλως ἐρῶ. 490 ὁ σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι, Τυφῶν᾽ ἱέντα πύρπνοον διὰ στόμα λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν• ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος 495 προσηδάφισται κοιλογάστορος κύκλου. αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ᾽ Ἄρει βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων. τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον• Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται. 500
__________________
όταν γράφεται η ιστορία της ζωής σου, μην αφήνεις κανέναν να κρατάει την πένα |
![]() |
#3
|
![]() |
|
||||
500-750
Ἐτεοκλής πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ᾽ ἀγχίπτολις, πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν, εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον• Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος, ἀνὴρ κατ᾽ ἄνδρα τοῦτον ᾑρέθη, θέλων 505 ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης, οὔτ᾽ εἶδος οὔτε θυμὸν οὐδ᾽ ὅπλων σχέσιν μωμητός, Ἑρμῆς δ᾽ εὐλόγως ξυνήγαγεν. ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται, ξυνοίσετον δὲ πολεμίους ἐπ᾽ ἀσπίδων 510 θεούς• ὁ μὲν γὰρ πύρπνοον Τυφῶν᾽ ἔχει, Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ᾽ ἀσπίδος σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων• κοὔπω τις εἶδε Ζῆνά που νικώμενον. τοιάδε μέντοι προσφίλεια δαιμόνων• 515 πρὸς τῶν κρατούντων δ᾽ ἐσμέν, οἱ δ᾽ ἡσσωμένων, εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ• εἰκὸς δὲ πράξειν ἄνδρας ὧδ᾽ ἀντιστάτας, 519 Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος 518 σωτὴρ γένοιτ᾽ ἂν Ζεὺς ἐπ᾽ ἀσπίδος τυχών. 520 Χορός πέποιθα <δὴ> τὸν Διὸς ἀντίτυπον ἔχοντ᾽ ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ δαροβίοισι θεοῖσιν, πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν. 525 Ἄγγελος οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω, πέμπταισι προσταχθέντα Βορραίαις πύλαις, τύμβον κατ᾽ αὐτὸν Διογενοῦς Ἀμφίονος• ὄμνυσι δ᾽ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον, 530 ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ Διός• τόδ᾽ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ• στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηίδων, ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ. 535 ὁ δ᾽ ὠμόν, οὔτι παρθένων ἐπώνυμον, φρόνημα, γοργὸν δ᾽ ὄμμ᾽ ἔχων, προσίσταται. οὐ μὴν ἀκόμπαστός γ᾽ ἐφίσταται πύλαις• τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ σάκει, κυκλωτῷ σώματος προβλήματι, 540 Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας, φέρει δ᾽ ὑφ᾽ αὑτῇ φῶτα Καδμείων ἕνα, ὡς πλεῖστ᾽ ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἰάπτεσθαι βέλη. ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην, 545 μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖν πόρον, Παρθενοπαῖος Ἀρκάς• ὁ δὲ τοιόσδ᾽ ἀνὴρ μέτοικος, Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς, πύργοις ἀπειλεῖ τοῖσδ᾽ ἃ μὴ κραίνοι θεός. Ἐτεοκλής εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν, 550 αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν• ἦ τἂν πανώλεις παγκάκως τ᾽ ὀλοίατο. ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα, ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον, Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου• 555 ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά, οὐδ᾽ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος• ἣ ᾽ξωθεν εἴσω τῷ φέροντι μέμψεται, 560 πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν. θεῶν θελόντων τἂν ἀληθεύσαιμ᾽ ἐγώ. Χορός ἱκνεῖται λόγος διὰ στηθέων, τριχὸς δ᾽ ὀρθίας πλόκαμος ἵσταται, μεγάλα μεγαληγόρων κλυούσᾳ 565 ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ θεοὶ τοῦδ᾽ ὀλέσειαν ἐν γᾷ. Ἄγγελος ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον, ἀλκήν τ᾽ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν• Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος 570 κακοῖσι βάζει πολλὰ Τυδέως βίαν• τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα, μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον, Ἐρινύος κλητῆρα, πρόσπολον φόνου, κακῶν τ᾽ Ἀδράστῳ τῶνδε βουλευτήριον. 575 καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον, ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν, δίς τ᾽ ἐν τελευτῇ τοὔνομ᾽ ἐνδατούμενος, καλεῖ. λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα• "ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές, 580 καλόν τ᾽ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις, πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα; μητρός τε πηγὴν τίς κατασβέσει δίκη; πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ 585 ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται; ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα, μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός. μαχώμεθ᾽, οὐκ ἄτιμον ἐλπίζω μόρον." τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὐκήλως ἔχων 590 πάγχαλκον ηὔδα• σῆμα δ᾽ οὐκ ἐπῆν κύκλῳ. οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ᾽ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα. τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας 595 πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει. Ἐτεοκλής φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις. ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος• 600 ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται. ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει, ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν 605 ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν, ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος, πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ᾽δάμη. οὕτως δ᾽ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω, σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ, 610 μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν, τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν, Διὸς θέλοντος ξυγκαθελκυσθήσεται. δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις 615 οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ, ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ, εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου• φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια. ὅμως δ᾽ ἐπ᾽ αὐτῷ φῶτα, Λασθένους βίαν, 620 ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν, γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φύει, ποδῶκες ὄμμα, χεῖρα δ᾽ οὐ βραδύνεται παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ. θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς. 625 Χορός κλύοντες θεοὶ δικαίας λιτὰς ἁμετέρας τελεῖθ᾽, ὡς πόλις εὐτυχῇ, δορίπονα κάκ᾽ ἐκτρέποντες <ἐς> γᾶς ἐπιμόλους• πύργων δ᾽ ἔκτοθεν βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ. 630 Ἄγγελος τὸν ἕβδομον δὴ τόνδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει οἵας ἀρᾶται καὶ κατεύχεται τύχας• πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί, ἁλώσιμον παιᾶν᾽ ἐπεξιακχάσας, 635 σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας, ἢ ζῶντ᾽ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον. τοιαῦτ᾽ ἀυτεῖ καὶ θεοὺς γενεθλίους καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν 640 τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία. ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος διπλοῦν τε σῆμα προσμεμηχανημένον. χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν ἄγει γυνή τις σωφρόνως ἡγουμένη. 645 Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα λέγει "κατάξω δ᾽ ἄνδρα τόνδε καὶ πόλιν ἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς." τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα. [σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ•] 650 ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων μέμψῃ, σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν. Ἐτεοκλής ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος, ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος• 655 ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι. ἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει, μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος. ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω, τάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅποι τελεῖ, εἴ νιν κατάξει χρυσότευκτα γράμματα 660 ἐπ᾽ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν. εἰ δ᾽ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ᾽ ἂν τόδ᾽ ἦν• ἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον, οὔτ᾽ ἐν τροφαῖσιν, οὔτ᾽ ἐφηβήσαντά πω, 665 οὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος, Δίκη προσεῖδε καὶ κατηξιώσατο• οὐδ᾽ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας. ἦ δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος 670 Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας. τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι αὐτός• τίς ἄλλος μᾶλλον ἐνδικώτερος; ἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτῳ κάσις, ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ᾽ ὡς τάχος 675 κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα. Χορός μή, φίλτατ᾽ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ ὀργὴν ὁμοῖος τῷ κάκιστ᾽ αὐδωμένῳ• ἀλλ᾽ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις ἐς χεῖρας ἐλθεῖν• αἷμα γὰρ καθάρσιον. 680 ἀνδροῖν δ᾽ ὁμαίμοιν θάνατος ὧδ᾽ αὐτοκτόνος, οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος. Ἐτεοκλής εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ ἔστω• μόνον γὰρ κέρδος ἐν τεθνηκόσι• κακῶν δὲ κᾀσχρῶν οὔτιν᾽ εὐκλείαν ἐρεῖς. 685 Χορός τί μέμονας, τέκνον; μή τί σε θυμοπλη- θὴς δορίμαργος ἄτα φερέτω• κακοῦ δ᾽ ἔκβαλ᾽ ἔρωτος ἀρχάν. Ἐτεοκλής ἐπεὶ τὸ πρᾶγμα κάρτ᾽ ἐπισπέρχει θεός, ἴτω κατ᾽ οὖρον κῦμα Κωκυτοῦ λαχὸν 690 Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος. Χορός ὠμοδακής σ᾽ ἄγαν ἵμερος ἐξοτρύ- νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν αἵματος οὐ θεμιστοῦ. Ἐτεοκλής φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαιν᾽ ἀρὰ 695 ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει, λέγουσα κέρδος πρότερον ὑστέρου μόρου. Χορός ἀλλὰ σὺ μὴ ᾽ποτρύνου• κακὸς οὐ κεκλή- σῃ βίον εὖ κυρήσας• μελάναιγις [δ᾽•] οὐκ εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν 700 θεοὶ θυσίαν δέχωνται; Ἐτεοκλής θεοῖς μὲν ἤδη πως παρημελήμεθα, χάρις δ᾽ ἀφ᾽ ἡμῶν ὀλομένων θαυμάζεται• τί οὖν ἔτ᾽ ἂν σαίνοιμεν ὀλέθριον μόρον; Χορός νῦν ὅτε σοι παρέστακεν• ἐπεὶ δαίμων 705 λήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλ- λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳ πνεύματι• νῦν δ᾽ ἔτι ζεῖ. Ἐτεοκλής ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα• ἄγαν δ᾽ ἀληθεῖς ἐνυπνίων φαντασμάτων 710 ὄψεις, πατρῴων χρημάτων δατήριοι. Χορός πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως. Ἐτεοκλής λέγοιτ᾽ ἂν ὧν ἄνη τις• οὐδὲ χρὴ μακράν. Χορός μὴ ᾽λθῃς ὁδοὺς σὺ τάσδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις. Ἐτεοκλής τεθηγμένον τοί μ᾽ οὐκ ἀπαμβλυνεῖς λόγῳ. 715 Χορός νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός. Ἐτεοκλής οὐκ ἄνδρ᾽ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος. Χορός ἀλλ᾽ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις; Ἐτεοκλής θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά. Χορός πέφρικα τὰν ὠλεσίοικον 720 θεόν, οὐ θεοῖς ὁμοίαν, παναλαθῆ κακόμαντιν πατρὸς εὐκταίαν Ἐρινὺν τελέσαι τὰς περιθύμους κατάρας Οἰδιπόδα βλαψίφρονος• 725 παιδολέτωρ δ᾽ ἔρις ἅδ᾽ ὀτρύνει. ξένος δὲ κλήρους ἐπινωμᾷ, Χάλυβος Σκυθᾶν ἄποικος, κτεάνων χρηματοδαίτας πικρός, ὠμόφρων σίδαρος, 730 χθόνα ναίειν διαπήλας, ὁπόσαν καὶ φθιμένοισιν κατέχειν, τῶν μεγάλων πεδίων ἀμοίρους. ἐπεὶ δ᾽ ἂν αὐτοκτόνως αὐτοδάικτοι θάνωσι, 735 καὶ γαΐα κόνις πίῃ μελαμπαγὲς αἷμα φοίνιον, τίς ἂν καθαρμοὺς πόροι, τίς ἄν σφε λούσειεν; ὦ πόνοι δόμων νέοι παλαι- 740 οῖσι συμμιγεῖς κακοῖς. παλαιγενῆ γὰρ λέγω παρβασίαν ὠκύποινον• αἰῶνα δ᾽ ἐς τρίτον μένει• Ἀπόλλωνος εὖτε Λάιος 745 βίᾳ, τρὶς εἰπόντος ἐν μεσομφάλοις Πυθικοῖς χρηστηρίοις θνᾴσκοντα γέν- νας ἄτερ σῴζειν πόλιν, κρατηθεὶς δ᾽ ἐκ φίλων ἀβουλιᾶν 750
__________________
όταν γράφεται η ιστορία της ζωής σου, μην αφήνεις κανέναν να κρατάει την πένα |
![]() |
#4
|
![]() |
|
||||
750 - 1000
ἐγείνατο μὲν μόρον αὑτῷ, πατροκτόνον Οἰδιπόδαν, ὅστε ματρὸς ἁγνὰν σπείρας ἄρουραν, ἵν᾽ ἐτράφη, ῥίζαν αἱματόεσσαν 755 ἔτλα• παράνοια συνᾶγε νυμφίους φρενώλεις. κακῶν δ᾽ ὥσπερ θάλασσα κῦμ᾽ ἄγει• τὸ μὲν πίτνον, ἄλλο δ᾽ ἀείρει τρίχαλον, ὃ καὶ περὶ πρύμ- 760 ναν πόλεως καχλάζει. μεταξὺ δ᾽ ἀλκὰ δι᾽ ὀλίγου τείνει, πύργος ἐν εὔρει. δέδοικα δὲ σὺν βασιλεῦσι μὴ πόλις δαμασθῇ. 765 τελειᾶν γὰρ παλαιφάτων ἀρᾶν βαρεῖαι καταλλαγαί• τὰ δ᾽ ὀλοὰ πελόμεν᾽ οὐ παρέρχεται. πρόπρυμνα δ᾽ ἐκβολὰν φέρει ἀνδρῶν ἀλφηστᾶν 770 ὄλβος ἄγαν παχυνθείς. τίν᾽ ἀνδρῶν γὰρ τοσόνδ᾽ ἐθαύμασαν θεοὶ καὶ ξυνέστιοι πόλεος ὁ πολύβατός τ᾽ ἀγὼν βροτῶν, ὅσον τότ᾽ Οἰδίπουν τίον, 775 τὰν ἁρπαξάνδραν κῆρ᾽ ἀφελόντα χώρας; ἐπεὶ δ᾽ ἀρτίφρων ἐγένετο μέλεος ἀθλίων γάμων, ἐπ᾽ ἄλγει δυσφορῶν 780 μαινομένᾳ κραδίᾳ δίδυμα κάκ᾽ ἐτέλεσεν• πατροφόνῳ χερὶ τῶν κρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη• τέκνοις δ᾽ ἀγρίας 785 ἐφῆκεν ἐπικότους τροφᾶς, αἰαῖ, πικρογλώσσους ἀράς, καί σφε σιδαρονόμῳ διὰ χερί ποτε λαχεῖν κτήματα• νῦν δὲ τρέω 790 μὴ τελέσῃ καμψίπους Ἐρινύς. Ἄγγελος θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι. πόλις πέφευγεν ἥδε δούλιον ζυγόν• πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα• πόλις δ᾽ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου 795 πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο. στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις ἐφραξάμεσθα μονομάχοισι προστάταις• καλῶς ἔχει τὰ πλεῖστ᾽, ἐν ἓξ πυλώμασι• τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης 800 ἄναξ Ἀπόλλων εἵλετ᾽, Οἰδίπου γένει κραίνων παλαιὰς Λαΐου δυσβουλίας. Χορός τί δ᾽ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον; Ἄγγελος πόλις σέσωσται• βασιλέες δ᾽ ὁμόσποροι-- Χορός τίνες; τί δ᾽ εἶπας; παραφρονῶ φόβῳ λόγου. 805 Ἄγγελος φρονοῦσα νῦν ἄκουσον• Οἰδίπου τόκοι -- Χορός οἲ ᾽γὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν. Ἄγγελος οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένοι-- Χορός ἐκεῖθι κεῖσθον ; βαρέα δ᾽ οὖν ὅμως φράσον. Ἄγγελος ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων. 810 Χορός οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθ᾽ ἅμα ; οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν. αὐτὸς δ᾽ ἀναλοῖ δῆτα δύσποτμον γένος. τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα• πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ᾽ ἐπιστάται, 815 δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν. ἕξουσι δ᾽ ἣν λάβωσιν ἐν ταφῇ χθονός, πατρὸς κατ᾽ εὐχὰς δυσπότμως φορούμενοι. [πόλις σέσωσται• βασιλέοιν δ᾽ ὁμοσπόροιν 820 πέπωκεν αἷμά γαῖ᾽ ὑπ᾽ ἀλλήλων φόνῳ.] ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι δαίμονες, οἳ δὴ Κάδμου πύργους τούσδε ῥύεσθε, πότερον χαίρω κἀπολολύξω 825 πόλεως ἀσινεῖ < > σωτῆρι . ., ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας ἀτέκνους κλαύσω πολεμάρχους; 830 οἳ δῆτ᾽ ὀρθῶς κατ᾽ ἐπωνυμίαν καὶ πολυνεικεῖς ὤλοντ᾽ ἀσεβεῖ διανοίᾳ. 832 b ὦ μέλαινα καὶ τελεία γένεος Οἰδίπου τ᾽ ἀρά, 833 b κακόν με καρδίαν τι περιπίτνει κρύος. ἔτευξα τύμβῳ μέλος 835 Θυιὰς αἱματοσταγεῖς νεκροὺς κλύουσα δυσμόρως θανόντας• ἦ δύσορνις ἅ- δε ξυναυλία δορός. ἐξέπραξεν, οὐδ᾽ ἀπεῖπεν 840 πατρόθεν εὐκταία φάτις• βουλαὶ δ᾽ ἄπιστοι Λαΐου διήρκεσαν. μέριμνα δ᾽ ἀμφὶ πτόλιν• θέσφατ᾽ οὐκ ἀμβλύνεται. ἰὼ πολύστονοι, τόδ᾽ ἠρ- 845 γάσασθ᾽ ἄπιστον• ἦλθε δ᾽ αἰ- ακτὰ πήματ᾽ οὐ λόγῳ. τάδ᾽ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος• διπλαῖ μέριμναι, <> διδυμάνορα κάκ᾽ αὐτοφόνα, δίμοιρα τέ- 850 λεια τάδε πάθη. τί φῶ; τί δ᾽ ἄλλο γ᾽ ἢ πόνοι πόνων δόμων ἐφέστιοι; ἀλλὰ γόων, ὦ φίλαι, κατ᾽ οὖρον ἐρέσσετ᾽ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν 855 πίτυλον, ὃς αἰὲν δι᾽ Ἀχέροντ᾽ ἀμείβεται τὰν ἄστολον μελάγκροκον [ναύστολον] θεωρίδα, τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιον πάνδοκον εἰς ἀφανῆ τε χέρσον. 860 ἀλλὰ γὰρ ἥκουσ᾽ αἵδ᾽ ἐπὶ πρᾶγος πικρὸν Ἀντιγόνη τ᾽ ἠδ᾽ Ἰσμήνη, θρῆνον ἀδελφοῖν• οὐκ ἀμφιβόλως οἶμαί σφ᾽ ἐρατῶν ἐκ βαθυκόλπων στηθέων ἥσειν ἄλγος ἐπάξιον. 865 ἡμᾶς δὲ δίκη πρότερον φήμης τὸν δυσκέλαδόν θ᾽ ὕμνον Ἐρινύος ἰαχεῖν Ἀίδα τ᾽ ἐχθρὸν παιᾶν᾽ ἐπιμέλπειν. 870 ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαι στρόφον ἐσθῆσιν περιβάλλονται, κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς μὴ ᾽κ φρενὸς ὀρθῶς με λιγαίνειν. ἰὼ ἰὼ δύσφρονες, 875 φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες, δόμους πατρῴους ἑλόν- τες μέλεοι σὺν αἰχμᾷ. μέλεοι δῆθ᾽ οἳ μελέους θανάτους εὕροντο δόμων ἐπὶ λύμῃ. 880 ἰὼ ἰὼ δωμάτων ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας ἰδόντες, ἤδη διήλ- λαχθε σὺν σιδάρῳ. 885 κάρτα δ᾽ ἀληθῆ πατρὸς Οἰδιπόδα πότνι᾽ Ἐρινὺς ἐπέκρανεν. δι᾽ εὐωνύμων τετυμμένοι, τετυμμένοι δῆθ᾽, ὁμοσπλάγχνων τε πλευρωμάτων 890 αἰαῖ δαιμόνιοι, 892 αἰαῖ δ᾽ ἀντιφόνων θανάτων ἀραί. διανταίαν λέγεις [πλαγὰν] δόμοισι καὶ 895 σώμασιν πεπλαγμένους, [ἐννέπω] ἀναυδάτῳ μένει ἀραίῳ τ᾽ ἐκ πατρὸς <οὐ> διχόφρονι πότμῳ. διήκει δὲ καὶ πόλιν στόνος, 900 στένουσι πύργοι, στένει πέδον φίλανδρον• μένει κτέανα δ᾽ ἐπιγόνοις, δι᾽ ὧν αἰνομόροις, δι᾽ ὧν νεῖκος ἔβα 905 [καὶ] θανάτου τέλος. ἐμοιράσαντο δ᾽ ὀξυκάρδιοι κτήμαθ᾽, ὥστ᾽ ἴσον λαχεῖν. διαλλακτῆρι δ᾽ οὐκ ἀμεμφεία φίλοις, οὐδ᾽ ἐπίχαρις Ἄρης. 910 σιδαρόπλακτοι μὲν ὧδ᾽ ἔχουσιν, σιδαρόπλακτοι δὲ τοὺς μένουσι, τάχ᾽ ἄν τις εἴποι, τίνες; τάφων πατρῴων λαχαί. ὅδ᾽ ἁμῶν μάλ᾽ ἀχέτας τοὺς 915 προπέμπει δαϊκτὴρ γόος αὐ- τόστονος, αὐτοπήμων, δαϊόφρων [δ᾽•], οὐ φιλογαθής, ἐτύμως δακρυχέων ἐκ φρενός, ἃ κλαιομένας μου μινύθει 920 τοῖνδε δυοῖν ἀνάκτοιν. πάρεστι δ᾽ εἰπεῖν ἐπ᾽ ἀθλίοισιν ὡς ἐρξάτην πολλὰ μὲν πολίτας, ξένων τε πάντων στίχας πολυφθόρους ἐν δαΐ. 925 δυσδαίμων σφιν ἁ τεκοῦσα πρὸ πασᾶν γυναικῶν ὁπόσαι τεκνογόνοι κέκληνται. παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα τούσδ᾽ ἔτεχ᾽, οἱ δ᾽ ὧδ᾽ ἐτελεύ- 930 τασαν ὑπ᾽ ἀλλαλοφόνοις χερσὶν ὁμοσπόροισιν. ὁμόσποροι δῆτα καὶ πανώλεθροι, διατομαῖς οὐ φίλοις, ἔριδι μαινομένᾳ, 935 νείκεος ἐν τελευτᾷ. πέπαυται δ᾽ ἔχθος, ἐν δὲ γαίᾳ ζόα φονορύτῳ μέμεικται• κάρτα δ᾽ εἴσ᾽ ὅμαιμοι. πικρὸς λυτὴρ νεικέων ὁ πόντιος 940 ξεῖνος ἐκ πυρὸς συθεὶς θακτὸς σίδαρος• πικρὸς δὲ χρημάτων κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ- αν τιθεὶς ἀλαθῆ. ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι 945 διοδότων ἀχθέων• ὑπὸ δὲ σώματι γᾶς πλοῦτος ἄβυσσος ἔσται. ἰὼ πολλοῖς ἐπανθίσαντες πόνοισι γενεάν• 950 τελευταῖαι δ᾽ ἐπηλάλαξαν Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου παντρόπῳ φυγᾷ γένους. ἕστακε δ᾽ Ἄτας τροπαῖον ἐν πύλαις, ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή- 955 σας ἔληξε δαίμων. Ἀντιγόνη παισθεὶς ἔπαισας. Ἰσμήνη σὺ δ᾽ ἔθανες κατακτανών. Ἀντιγόνη δορὶ δ᾽ ἔκανες-- Ἰσμήνη δορὶ δ᾽ ἔθανες-- Ἀντιγόνη μελεοπόνος. 960 Ἰσμήνη μελεοπαθής. Ἀντιγόνη ἴτω γόος. Ἰσμήνη ἴτω δάκρυ. Ἀντιγόνη πρόκεισαι -- Ἰσμήνη κατακτάς. 965 Ἀντιγόνη ἠέ. Ἰσμήνη ἠέ. Ἀντιγόνη μαίνεται γόοισι φρήν. Ἰσμήνη ἐντὸς δὲ καρδία στένει. Ἀντιγόνη ἰὼ ἰὼ πάνδυρτε σύ. Ἰσμήνη σὺ δ᾽ αὖτε καὶ πανάθλιε. 970 Ἀντιγόνη πρὸς φίλου [γ᾽•] ἔφθισο. Ἰσμήνη καὶ φίλον ἔκτανες. Ἀντιγόνη διπλᾶ λέγειν-- Ἰσμήνη διπλᾶ δ᾽ ὁρᾶν-- Ἀντιγόνη ἄχθεα τῶνδε τάδ᾽ ἐγγύθεν. 975 Ἰσμήνη πέλας ἀδελφέ᾽ ἀδελφεῶν. Χορός ἰὼ Μοῖρα βαρυδότειρα μογερά, πότνιά τ᾽ Οἰδίπου σκιά, μέλαιν᾽ Ἐρινύς, ἦ μεγασθενής τις εἶ. Ἀντιγόνη ἠέ. 980 Ἰσμήνη ἠέ. Ἀντιγόνη δυσθέατα πήματα -- Ἰσμήνη ἔδειξεν ἐκ φυγᾶς ἐμοί. Ἀντιγόνη οὐδ᾽ ἵκεθ᾽ ὡς κατέκτανεν. Ἰσμήνη σωθεὶς δὲ πνεῦμ᾽ ἀπώλεσεν. Ἀντιγόνη ὤλεσε δῆτ᾽ <ἄγαν>. 985 Ἰσμήνη καὶ τὸν ἐνόσφισεν. Ἀντιγόνη τάλαν γένος. Ἰσμήνη τάλαν πάθος. Ἀντιγόνη δύστονα κήδε᾽ ὁμαίμονα. Ἰσμήνη δίυγρα τριπάλτων πημάτων. 990 Χορός ἰὼ Μοῖρα βαρυδότειρα μογερά, πότνιά τ᾽ Οἰδίπου σκιά, μέλαιν᾽ Ἐρινύς, ἦ μεγασθενής τις εἶ. Ἀντιγόνη σὺ τοί νιν οἶσθα διαπερῶν-- Ἰσμήνη σὺ δ᾽ οὐδὲν ὕστερος μαθών-- 995 Ἀντιγόνη ἐπεὶ κατῆλθες ἐς πόλιν, Ἰσμήνη δορός γε τῷδ᾽ ἀντηρέτας. Ἀντιγόνη ὀλοὰ λέγειν. Ἰσμήνη ὀλοὰ δ᾽ ὁρᾶν. Ἀντιγόνη ἰὼ πόνος-- 1000
__________________
όταν γράφεται η ιστορία της ζωής σου, μην αφήνεις κανέναν να κρατάει την πένα |
![]() |
#5
|
![]() |
|
||||
1001 - τέλος
Ἰσμήνη ἰὼ κακά-- Ἀντιγόνη δώμασι καὶ χθονί. Ἰσμήνη πρὸ πάντων δ᾽ ἐμοί. Ἀντιγόνη καὶ τὸ πρόσω γ᾽ ἐμοί. Ἰσμήνη ἰὼ ἰὼ δυστόνων κακῶν, ἄναξ. 1005 Ἀντιγόνη ἰὼ πάντων πολυστονώτατοι. Ἰσμήνη ἰὼ ἰὼ δαιμονῶντες ἄτᾳ. Ἀντιγόνη ἰὼ ἰώ, ποῦ σφε θήσομεν χθονός; Ἰσμήνη ἰώ, ὅπου <᾽στι> τιμιώτατον. Ἀντιγόνη ἰὼ ἰώ, πῆμα πατρὶ πάρευνον. 1010 Κῆρυξ δοκοῦντα καὶ δόξαντ᾽ ἀπαγγέλλειν με χρὴ δήμου προβούλοις τῆσδε Καδμείας πόλεως• Ἐτεοκλέα μὲν τόνδ᾽ ἐπ᾽ εὐνοίᾳ χθονὸς θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς• στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλετ᾽ ἐν πόλει 1015 ἱερῶν πατρῴων δ᾽ ὅσιος ὢν μομφῆς ἄτερ τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν. οὕτω μὲν ἀμφὶ τοῦδ᾽ ἐπέσταλται λέγειν• τούτου δ᾽ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν, 1020 ὡς ὄντ᾽ ἀναστατῆρα Καδμείων χθονός, εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ τῷ τοῦδ᾽•. ἄγος δὲ καὶ θανὼν κεκτήσεται θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε στράτευμ᾽ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν. 1025 οὕτω πετηνῶν τόνδ᾽ ὑπ᾽ οἰωνῶν δοκεῖ ταφέντ᾽ ἀτίμως τοὐπιτίμιον λαβεῖν, καὶ μήθ᾽ ὁμαρτεῖν τυμβοχόα χειρώματα μήτ᾽ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν, ἄτιμον εἶναι δ᾽ ἐκφορᾶς φίλων ὕπο. 1030 τοιαῦτ᾽ ἔδοξε τῷδε Καδμείων τέλει. Ἀντιγόνη ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω• ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ, ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ θάψασ᾽ ἀδελφὸν τὸν ἐμόν, οὐδ᾽ αἰσχύνομαι 1035 ἔχουσ᾽ ἄπιστον τήνδ᾽ ἀναρχίαν πόλει. δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν, μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός. τοιγὰρ θέλουσ᾽ ἄκοντι κοινώνει κακῶν ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί. 1040 τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορες λύκοι σπάσονται• μὴ δοκησάτω τινί. τάφον γὰρ αὐτῷ καὶ κατασκαφὰς ἐγώ, γυνή περ οὖσα, τῷδε μηχανήσομαι, κόλπῳ φέρουσα βυσσίνου πεπλώματος. 1045 καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν• θάρσει, παρέσται μηχανὴ δραστήριος. Κῆρυξ αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε. Ἀντιγόνη αὐδῶ σὲ μὴ περισσὰ κηρύσσειν ἐμοί. Κῆρυξ τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά. 1050 Ἀντιγόνη τράχυν᾽• ἄθαπτος δ᾽ οὗτος οὐ γενήσεται. Κῆρυξ ἀλλ᾽ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ,; Ἀντιγόνη ἤδη τὰ τοῦδε διατετίμηται θεοῖς. Κῆρυξ οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν. Ἀντιγόνη παθὼν κακῶς κακοῖσιν ἀντημείβετο. 1055 Κῆρυξ ἀλλ᾽ εἰς ἅπαντας ἀνθ᾽ ἑνὸς τόδ᾽ ἔργον ἦν. Ἀντιγόνη ἔρις περαίνει μῦθον ὑστάτη θεῶν. ἐγὼ δὲ θάψω τόνδε• μὴ μακρηγόρει. Κῆρυξ ἀλλ᾽ αὐτόβουλος ἴσθ᾽, ἀπεννέπω δ᾽ ἐγώ. Χορός φεῦ φεῦ. ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς 1060 Κῆρες Ἐρινύες, αἵτ᾽ Οἰδιπόδα γένος ὠλέσατε πρυμνόθεν οὕτως, τί πάθω; τί δὲ δρῶ ; τί δὲ μήσωμαι; πῶς τολμήσω μήτε σὲ κλαίειν μήτε προπέμπειν ἐπὶ τύμβον • 1065 ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι δεῖμα πολιτῶν. σύ γε μὴν πολλῶν πενθητήρων τεύξει• κεῖνος δ᾽ ὁ τάλας ἄγοος μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς 1070 εἶσιν• τίς ἂν οὖν τὰ πίθοιτο ; Ἡμιχόριον Α δράτω <τι> πόλις καὶ μὴ δράτω τοὺς κλαίοντας Πολυνείκη. ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν αἵδε προπομποί. καὶ γὰρ γενεᾷ 1075 κοινὸν τόδ᾽ ἄχος, καὶ πόλις ἄλλως ἄλλοτ᾽ ἐπαινεῖ τὰ δίκαια. Ἡμιχόριον Β ἡμεῖς δ᾽ ἅμα τῷδ᾽, ὥσπερ τε πόλις καὶ τὸ δίκαιον ξυνεπαινεῖ. μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν 1080 ὅδε Καδμείων ἤρυξε πόλιν μὴ ᾽νατραπῆναι μηδ᾽ ἀλλοδαπῷ κύματι φωτῶν κατακλυσθῆναι τὰ μάλιστα.
__________________
όταν γράφεται η ιστορία της ζωής σου, μην αφήνεις κανέναν να κρατάει την πένα |
![]() |
#6
|
![]() |
|
||||
Η μετάφραση του Επτά επί Θήβας
1.
ΑΙΣΧΥΛΟΥ ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ ΕΤΕΟΚΛΗΣ Καδμείοι, εκείνος πόχει την αρχή στα χέρια και στην πρύμνα της πολιτείας γυρνάει το δοιάκι χωρίς να κλή τα βλέφαρά του ο ύπνος--- πρέπει σύμφωνα να μετρά με τους καιρούς τα λόγια. Γιατί αν μας έρθουν βολικά, ο θεός η αιτία, μ’ αν πάλιν, ο μη γένοιτο, κακό μας λάχη ένας ο Ετεοκλής πολλά στην πόλη απ’ όλους μυριόστομα θα ’χη ν’ ακούη μοιρολόγια και θρήνους, π’ άμποτε ο διαφεντευτής ο Δίας την Καδμεία ’π ’ αυτά στ’ αλήθεια ας διαφεντεύη. Μα τώρα πρέπει εσείς--- κι όποιος του λείπει ακόμη της ώρας του η ακμή κι οπού έχει πια περάση--- μεγάλη αξαίνοντας τη ζώρη του κορμιού του, καθένας με τα χρόνια του, καθώς ταιριάζει, να βοηθάη την πατρίδα του και των θεών της τους βωμούς, για να μη χάσουν τις τιμές τους, τα τέκνα του, τη μάννα γης, γλυκειά θροφό μας° γιατί μικρούς, που στο καλόγνωμό της χώμα σερνόσαστε, αναδέχτη της ανατροφής σας όλο το βάρος και σας τράνεψε κατοίκους ασπιδοφόρους, για να γίνετε μια μέρα τέτοιοι πιστοί σ’ αυτή της την ανάγκη. Και τώρα ως σήμερα ο θεός δεξιά τα φέρνει° γιατί όλον τούτο τον καιρό, που έχουν ζωσμένα τα κάστρα μας, η τύχη του πολέμου κλίνει το πιότερο σε μας με του θεού τη χάρη. Μα τώρα ο μάντης καθώς λέει ο πουλολόγος, που κυβερνάει στ’ αυτιά του και στα φρένα, δίχως θυσίας φωτιά, τα μαντικά πουλιά, με τέχνη που δε γελιέται---αυτός τέτοιων χρησμών δεσπότης μας λέει πως αποφάσισαν οι εχθροί τη νύχτα έφοδο φοβερώτατη γι’ αφανισμό μας. Μα όλοι στις πολεμίστρες αρματοζωσμένοι στων πύργων τα πορτιά ριχτήτε, πεταχτήτε, γεμίστε τα ταμπούρια, στις σκεπές των πύργων σταθήτε και στα έβγα μένοντας των κάστρων έχετε θάρρος και πολύ μην το φοβάσθε το πλήθος των εχθρών° κι ο θεός δεξιά τα φέρνει. Κ’ εγώ σπιούνους του στρατού και κατασκόπους έστειλα, που πιστεύω δεν θ’ αργοπορήσουν° κ’ έτσι με δόλο να πιαστώ φόβος δεν είναι. ΑΓΓΕΛΟΣ Έφθασα, δοξασμένε βασιλιά της Θήβας, ξεδιαλυμένα φέρνοντάς σου από τα ’κείθε νέα του στρατού που ο ίδιος με τα μάτια μου είδα. Επτά καπετανέοι, πολεμόχαροι άντρες, σφάζοντας μες σε μαυροσίδερην ασπίδα ταύρο και στο σφαχτάρι γγίζοντας τα χέρια, στον Άρη, Ενυώ και Φόβο, π’ αγαπούν τους γόνους, όρκους δώσανε, ή, αφού την κατασκάψουν με βία την πόλη των Καδμείων ν’ αφανίσουν, ή σκοτωμένοι με το αίμα τους τη γη να βρέξουν. Και στο άρμα του Άδραστου κρεμούσανε σημάδια θυμητικά για τους γονιούς των στην πατρίδα χύνοντας δάκρυα, μα στο στόμα τους κανένα παράπονο δεν είχανε° γιατ’ η καρδιά τους, καρδιά ατσαλένια πόβραζε από τη λύσσα σαν λιονταριών με τ’ άγριο ανάβλεμμα, φυσούσε. Και δεν αργούν να τ’ αποδείξουν τα όσα σου είπα° κλήρους τους άφησα να βάζουν, για να φέρη με το λαχνό καθείς στις πύλες το στρατό του. Γι’ αυτό και συ γοργά διαλέγοντας τους πρώτους απ’ το στρατό, τάξε τους στων πυλών τους δρόμους. Γιατί ο στρατός πάνοπλος των Αργείων τώρα κοντοζυγώνει, επλάκωσε, τους κάμπους χραίνει ο άσπρος αφρός σταλάζοντας απ’ των αλόγων το φυσομάνημα. Μα εσύ σαν τιμονιέρης άξιος του καραβιού, το κάστρο να στεριώσης πρι να μανίση η μπόρα του πολέμου, κι άκου! κύμα το στεριανό βρουχιέται του στρατού των. Άδραξε τον καιρό που πρέπει χέρι χέρι, κ’ εγώ για τ’ άλλα ημεροσκόπου πιστό μάτι θε να ’χω και μαθαίνοντας σωστά ’πό μένα το κάθε τι από κει άβλαβος τέλεια θα ’σαι. ΕΤΕΟΚΛΗΣ Ω Δία και Γη και θεοί μας πολιούχοι και του πατέρα Κατάρα τρανή Ερινύα, μη μου την πόλη συγκορμόκλαδ’ απ’ τη ρίζα ξεβγάλετε, απ’ τους εχθρούς μας κουρσεμένη, που μιλεί γλώσσα ελληνική---μήτε τα σπίτια που τις εστίες σας έχουνε° μ’ αυτή τη χώρα και του Κάδμου την πόλη ελεύτερη ποτέ της σκλαβιάς ζυγός μη σφίξη. Σεις η απαντοχή μας! κ’ είναι κοινό το διάφορο, γατί μια πόλη και τους θεούς τιμά σαν είναι ευτυχισμένη. ΠΑΡΟΔΟΣ ΧΟΡΟΣ Α΄ Μύρομαι φοβερά μεγάλα πάθη. Μολύθηκε ο στρατός απ’ το στρατόπεδό τους, χυμίζει εδώ πολύς λαός εμπρός καβαλλαριά, μεσουρανίς που φάνηκε μου λέει το ο κουρνιαχτός χωρίς μιλιά μα μηνυτής βέβαιος κι αληθινός. Της χώρας μου οι κάμποι, ιδές, βροντούν απ’ τις οπλές και βουή στέλνουνε στ’ αυτιά μου, όπου πετάει με βρουχητό ωσάν τ’ ακράτηγο νερό που πέφτει απ’ το γκρεμό. Αλλοί μου, αλλοί, θεοί, θεές, το κακό που μας πλάκωσε μακρύνετ’ από με. Με βουητό που ξεπερνά τα κάστρα μας ορμά καλοέτοιμος με τα λευκά σκουτάρια του ο λαός τραβώντας κατά μας. Ποιος θα με σώση, ποιος θα μου είναι βοηθός απ’ τους θεούς, απ’ τις θεές; Τι άλλο μου μένει το λοιπόν ή να προσπέσω εγώ στ’ αγάλματα των πατρικών θεών; Αλλοίμονο, ω αθάνατοι, με τους λαμπρούς βωμούς, καιρός τ’ αγάλματά σας ν’ αγκαλιάζομε, τι να στεκόμαστε να πολυαναστενάζομε; Ακούτ’ ή δεν ακούγετε ασπίδων χτύπο; Πότε θενά τα ντύσομε λιτανευτά με πέπλους και με στέφανα αν όχι τώρα; Είδα έναν χτύπο, βρόντημα όχι από ’να δόρυ. Τι θενά κάμης Άρη; θα προδώσης χώρα δική σου από τα χρόνια τα παλιά; Θεέ, με τα χρυσ’ άρματα, προστάτευε τη χώρα προστάτευε, π’ αγάπαγες πολύ από μια φορά. Β΄ (Απαγγέλλεται από τους τρεις στοίχους του χορού) Της χώρας πολιούχοι θεοί, ελάτ’ ελάτε όλοι και ιδήτ’ αυτή τη λιτανεία μας---περθένων που απ’ τη σκλαβιά ζητούμε γλυτωμό. Κύμα γύρ’ απ’ την πόλη κυματολόφων αντρών κοχλάζει με το φύσημα τ’ Άρεως σηκωμένο, πατέρα Δία παντέλειε, μα βόηθα με κι απ’ των εχθρών διαγούμισμα διαφέντευέ με. Την πολιτεία περίζωσαν του Κάδμου, Αργίτες τ’ άρματα τα πολεμικά βροντούν βροντούνε κι απ’ τα σαγώνια των ατιών δετά τα γκέμια πώς φονικά θρηνολογούνε! Κ’ εφτά γενναίοι ξεχωριστοί μες στο στρατό τους με ξέλαμπρην αρματωσιά στέκουν εμπρός στις εφτά πύλες κληρωμένοι με λαχνό. Και συ, δύναμη πολεμόχαρη, κόρη του Δία της πόλης μας, Παλλάδα, γίνε σωτηρία. Κι ο Ίππιος, της θάλασσας ο βασιλιάς με το καμάκι τω ψαριώ διώχνοντας τον εχθρό από το φόνο γλύτωσέ με, γλύτωσέ με. Και συ ω Άρη, αλλοί μου, αλλοί σώσε και φρόντισέ τη φανερά πόλη συγγενική. Και συ Αφροδίτη, Κύπρη δέσποινα, σαν που είσαι η πρώτη μάννα της γενιάς μου, διαφέντευέ μας που είμαστε απ’ το αίμα σου κ’ εμείς και σε σιμώνομε μ’ ευχές π’ ακούνε οι θεοί. Και συ, ω Λύκειε άναξ, λύκος να γενής για τους εχθρούς, των στεναγμών μου εκδικητής, και το δοξάρι ετοίμαζε της Λητώς κόρη και συ. Γ΄ (Απαγγέλλεται από τα δυο ημιχόρια) Ε,ε,ε,ε, αρμάτων κύλισμα γύρω στην πόλη γρικώ Ήρα μου δέσποινα, τρίζουν βαρύφορτα τ’ αξόνια, να, των τροχών. Ε,ε,ε Άρτεμη αγαπημένη απ’ το κονταροχτύπημα ξεφρένιασ’ ο αιθέρας τι κακό βρήκε την πόλη μας, τι ’ναι να γένη; Τι ’ναι π’ ακόμ’ απ’ το θεό μας περιμένει; Ε,ε,ε,ε, χαλάζι ακρόβολες στις έπαλξες πέτρες πετούν ω φίλε Απόλλωνα, απ’ τα χαλκόδετα σκουτάρια οι πύλες βροντούν. Ε,ε,ε,ε, ω γυιέ του Δία τρανέ που στους πολέμους αίσιον και καλό τέλος δίνεις και Όγκα, δέσποινα θεά, που ’σαι στις πύλες μπροστά απ’ την εφτάπορτη έδρα σου μη ξεμακρύνης. Δ΄ (Το ψάλλει όλος ο χορός μαζί) Ω παντοδύναμοι θεοί, ω τέλειοι κι ω τέλειες της χώρας τούτης πυργοφύλακες, μην παραδώσετε τη χώρα, δαμασμένη από κοντάρι, σε ξενόφωνο στρατό° ακούτε ακούτε μας, π’ από ψυχής, παρθένες, με χέρια σας δεόμεθα υψωμένα. Ω αγαπημένοι μας θεοί, απλώνοντας το χέρι σας πάνω στην πόλη μου, σωτήρες της, δείξετε πως την αγαπάτε και γνοιασθήτε τα κοινά ιερά, γνοισθήτε και βοηθάτε, τις πρόθυμες πλουσίων τελετών θυσίες πολλές θυμάμενοί μου. ΠΡΩΤΟ ΕΠΕΙΣΟΔΙΟ ΕΤΕΟΚΛΗΣ Εσάς ρωτώ, γέννες που δεν τραβιέστε, πήτε είναι πράματ’ αυτά που να ωφελούν την πόλη και στον πυργοζωσμένο αυτό στρατό μας θάρρος, πεσμένες μπρος στ’ αγάλματα των πολιούχων να ξεφωνίζετε και να χουγιάζετ’ έτσι, πράματα που τα εχθρεύονται όσοι έχουν γνώση; Ούτε στις συμφορές ούτε στην ευτυχία μου θα ’θελα να ’χα σύντροφο ποτέ γυναίκα° γιατί σαν ευτυχεί ανοικονόμητ’ είναι η αποκοτιά της° και σαν πάρει πάλι φόβο πιότερο ’ναι κακό στο σπίτι και στην πόλη. Και τώρα τρέχοντας μ’ αυτούς απάνω κάτω τους δρόμους σας σκορπάτε στο στρατό δειλία λιγόψυχη με τις φωνές σας και προκόβουν έτσ’ οι εχθροί μας μια χαράν απ’ αφορμής σας και μέσα εμείς χαλιόμαστε συναπατοί μας. Έχει έγνοια ο άντρας, η γυναίκ’ ας μη φροντίζη για τα όξω• μεσ’ ας κάθεται, καν δίχως βλάβη. Μα όποιος την προσταγή μου θέλει παρακούση, άντρας, γυναίκα κι ό, τι ’ναι τ’ ανάμεσό τους, απόφαση θανατική γι’ αυτόν θε να ’βγη, του λαού το πετροβόλισμα δε θα ξεφύγη. Τ’ ακούς ή δεν τ’ ακούς; ή σε κουφό τα λέω; ΧΟΡΟΣ Ω φίλε, γυιέ του Οιδίποδα, φοβήθηκα γρικώντας των αρμάτων βροντοχτύπημα σαν έτριξαν τ’ αξόνια τροχοκίνητα, και τρίξανε στα δόντια των αλόγων τα δουλεμένα στη φωτιά τα γκέμια τα χαλινάρια που τα τιμονεύουν. ΕΤΕΟΚΛΗΣ Και τι; μην τάχα ο ναύτης, αν από την πρύμνη τρέξη στην πλώρα, θα ’βρη τρόπο να γλυτώση, όταν τα κύματα δαμάσουν το καράβι; ΧΟΡΟΣ Μα ήρθα τρέχοντας στων θεών τ’ αγάλματα, τι έχω σ’ αυτούς όλα τα θάρρη μου, όταν βροντούσε η πετροχάλαζα στις πύλες• τότε δα κι ο φόβος μ’ έσυρε να προσπέσω στους θεούς το χέρι τους επάνω μας ν’ απλώσουν. ΕΤΕΟΚΛΗΣ Εύχεσθε να βαστάξη ο πύργος των εχθρών μας τη δύναμη• δεν είν’ αυτό στων θεών το χέρι; μα λεν πως παρατούν οι θεοί πόλη παρμένη. ΧΟΡΟΣ Άμποτε μη μ’ απαρατήση όσο ζω αυτή των θεών η σύναξι, μηδέ να ιδώ να διαγουμίζεται η πόλη ετούτη και μ’ εχθρική να καίγουνται φωτιά οι πύργοι ετούτοι. ΕΤΕΟΚΛΗΣ Ενώ τους θεούς παρακαλείς κοίτα μην κάνης πράματ’ ανόητα• γιατί ’ναι η πειθαρχία μάννα της πετυχιάς, γυναίκα του σωτήρος. ΧΟΡΟΣ Ναι, μα του θεού η δύναμη ακόμη ’ν πιο τρανή° πολλές φορές τον τέλεια απελπισμένο, κι όταν παν’ απ’ τα μάτια του τα σύγνεφα κρέμουνται μαύρης συμφοράς, αναστηλώνει. ΕΤΕΟΚΛΗΣ Δουλειά ’ναι των αντρών αυτό, για να προσφέρουν σφαχτά θυσίες εις τους θεούς, σαν βράζει η μάχη° δική σου, να σωπαίνεις και να μένης σπίτι. ΧΟΡΟΣ Στους θεούς χρωστούμε που είν’ άπαρτη η πόλη και των εχθρών το πλήθος ο πύργος βαστάει° ποιος τάχα μπορεί να μη στέργει μας τούτα; ΕΤΕΟΚΛΗΣ Των θεών το γένος να τιμάς δεν σ’ εμποδίζω° μα όμως, δειλούς για να μην κάνης τους πολίτες, κάθου ήσυχη και μην πάρα πολύ φοβάσαι. ΧΟΡΟΣ Πρόσφατο σύσμιχτο πάταγο ακούγοντας με δειλιασμένη τρομάρα σ’ αυτή την ακρόπολη, τίμιαν έδρα των θεών, έτρεξα. ΕΤΕΟΚΛΗΣ Μη λοιπόν τώρ’ αν τύχη και ν’ ακούτε φόνους και λαβωμούς, να μην το δέχεσθε με θρήνους° τι ο Άρης μ’ αυτό θρέφεται, μ’ ανθρώπων αίμα.
__________________
όταν γράφεται η ιστορία της ζωής σου, μην αφήνεις κανέναν να κρατάει την πένα |
![]() |
Συνδεδεμένοι χρήστες που διαβάζουν αυτό το θέμα: 1 (0 μέλη και 1 επισκέπτες) | |
Εργαλεία Θεμάτων | |
Τρόποι εμφάνισης | |
|
|