Εμφάνιση ενός μόνο μηνύματος
  #3  
Παλιά 26-09-07, 18:08
Το avatar του χρήστη Xenios
Xenios Ο χρήστης Xenios δεν είναι συνδεδεμένος
Administrator
 

Τελευταία φορά Online: 12-11-16 11:12
Φύλο: Άντρας
3ο μέρος

Τυρίων πολλοῖς κατὰ τοὺς ὕπνους ἔδοξεν ὁ Ἀπόλλων λέγειν, ὡς ἄπεισι πρὸς Ἀλέξανδρον• οὐ γὰρ ἀρέσκειν αὐτῷ τὰ πρασσόμενα κατὰ τὴν πόλιν. ἀλλ’ οὗτοι μὲν ὥσπερ ἄνθρωπον αὐτομολοῦντα πρὸς τοὺς πολεμίους ἐπ’ αὐτοφώρῳ τὸν θεὸν εἰληφότες, σειράς τε τῷ κολοσσῷ περιέβαλλον αὐτοῦ, καὶ καθήλουν πρὸς τὴν βάσιν, Ἀλεξανδριστὴν καλοῦντες. ἑτέραν δ’ ὄψιν Ἀλέξανδρος εἶδε κατὰ τοὺς ὕπνους• σάτυρος αὐτῷ φανεὶς ἐδόκει προσπαίζειν πόρρωθεν, εἶτα βουλομένου λαβεῖν ὑπεξέφευγε• τέλος δὲ πολλὰ λιπαρήσαντος καὶ περιδραμόντος, ἦλθεν εἰς χεῖρας. οἱ δὲ μάντεις τοὔνομα διαιροῦντες οὐκ ἀπιθάνως ἔφασαν αὐτῷ• "σὰ γενήσεται Τύρος". καὶ κρήνην δέ τινα δεικνύουσι, πρὸς ἣν κατὰ τοὺς ὕπνους ἰδεῖν ἔδοξε τὸν σάτυρον.

Διὰ μέσου δὲ τῆς πολιορκίας ἐπὶ τοὺς Ἄραβας τοὺς προσοικοῦντας τῷ Ἀντιλιβάνῳ στρατεύσας, ἐκινδύνευσε διὰ τὸν παιδαγωγὸν Λυσίμαχον• ἐξηκολούθησε γὰρ αὐτῷ, λέγων τοῦ Φοίνικος οὐκ εἶναι χείρων οὐδὲ πρεσβύτερος. ἐπεὶ δὲ πλησιάσας τοῖς ὀρεινοῖς καὶ τοὺς ἵππους ἀπολιπὼν πεζὸς ἐβάδιζεν, οἱ μὲν ἄλλοι πολὺ προῆλθον, αὐτὸς δὲ τὸν Λυσίμαχον, ἑσπέρας ἤδη καταλαμβανούσης καὶ τῶν πολεμίων ἐγγὺς ὄντων, ἀπαγορεύοντα καὶ βαρυνόμενον οὐχ ὑπομένων ἀπολιπεῖν, ἀλλ’ ἀνακαλούμενος καὶ παρακομίζων, ἔλαθε τοῦ στρατεύματος ἀποσπασθεὶς μετ’ ὀλίγων, καὶ σκότους ἅμα καὶ ῥίγους σφοδροῦ νυκτερεύων ἐν χωρίοις χαλεποῖς, εἶδεν οὐ πόρρω πυρὰ πολλὰ καιόμενα σποράδην τῶν πολεμίων. θαρρῶν δὲ τοῦ σώματος τῇ κουφότητι, καὶ τῷ πονεῖν αὐτὸς ἀεὶ παραμυθούμενος τὴν ἀπορίαν τῶν Μακεδόνων, προσέδραμε τοῖς ἔγγιστα πῦρ καίουσι, καὶ περικαθημένους τῇ πυρᾷ δύο βαρβάρους πατάξας τῷ ἐγχειριδίῳ καὶ δαλὸν ἁρπάσας ἧκε πρὸς τοὺς ἑαυτοῦ κομίζων. ἐναύσαντες δὲ πῦρ πολύ, τοὺς μὲν εὐθὺς ἐφόβησαν ὥστε φυγεῖν, τοὺς δ’ ἐπιόντας ἐτρέψαντο, καὶ κατηυλίσθησαν ἀκινδύνως. ταῦτα μὲν οὖν Χάρης ἱστόρηκεν.

[25 ]Ἡ δὲ πολιορκία τοιοῦτον ἔσχε πέρας. Ἀλεξάνδρου τὴν μὲν πολλὴν τῆς δυνάμεως ἀναπαύοντος ἀπὸ πολλῶν ἀγώνων τῶν ἔμπροσθεν, ὀλίγους δέ τινας, ὡς μὴ σχολάζοιεν οἱ πολέμιοι, τοῖς τείχεσι προσάγοντος, Ἀρίστανδρος ὁ μάντις ἐσφαγιάζετο, καὶ τὰ σημεῖα κατιδὼν θρασύτερον διωρίσατο πρὸς τοὺς παρόντας ἐν ἐκείνῳ τῷ μηνὶ πάντως ἁλώσεσθαι τὴν πόλιν. γενομένου δὲ χλευασμοῦ καὶ γέλωτος (ἦν γὰρ ἡ τελευταία τοῦ μηνὸς ἡμέρα), διηπορημένον αὐτὸν ἰδὼν ὁ βασιλεύς, καὶ συμφιλοτιμούμενος ἀεὶ τοῖς μαντεύμασιν, ἐκέλευε μηκέτι τριακάδα τὴν ἡμέραν ἐκείνην, ἀλλὰ τρίτην φθίνοντος ἀριθμεῖν, καὶ τῇ σάλπιγγι σημήνας ἀπεπειρᾶτο τῶν τειχῶν ἐρρωμενέστερον ἤπερ ἐξ ἀρχῆς διενοήθη. γενομένης δὲ λαμπρᾶς ἐπιβολῆς, καὶ μηδὲ τῶν ἐπὶ στρατοπέδου καρτερούντων, ἀλλὰ συντρεχόντων καὶ προσβοηθούντων, ἀπεῖπον οἱ Τύριοι, καὶ τὴν πόλιν εἷλε κατ’ ἐκείνην τὴν ἡμέραν.

Μετὰ δὲ ταῦτα πολιορκοῦντι Γάζαν αὐτῷ, τῆς Συρίας μεγίστην πόλιν, ἐμπίπτει βῶλος εἰς τὸν ὦμον, ἀφεθεὶς ἄνωθεν ὑπ’ ὄρνιθος• ὁ δ’ ὄρνις ὑφ’ ἓν τῶν μηχανημάτων καθίσας, ἔλαθεν ἐνσχεθεὶς τοῖς νευρίνοις κεκρυφάλοις, οἷς πρὸς τὰς ἐπιστροφὰς τῶν σχοινίων ἐχρῶντο. καὶ τὸ σημεῖον ἀπέβη κατὰ τὴν Ἀριστάνδρου πρόρρησιν• ἐτρώθη μὲν γὰρ Ἀλέξανδρος εἰς τὸν ὦμον, ἔλαβε δὲ τὴν πόλιν.

Ἀποστέλλων δὲ πολλὰ τῶν λαφύρων Ὀλυμπιάδι καὶ Κλεοπάτρᾳ καὶ τοῖς φίλοις, κατέπεμψε καὶ Λεωνίδῃ τῷ παιδαγωγῷ τάλαντα λιβανωτοῦ πεντακόσια καὶ σμύρνης ἑκατόν, ἀναμνησθεὶς παιδικῆς ἐλπίδος. ὁ γὰρ Λεωνίδης ὡς ἔοικεν ἐν θυσίᾳ ποτὲ πρὸς τὸν Ἀλέξανδρον ἐπιδραξάμενον ἀμφοτέραις ταῖς χερσὶ καὶ καθαγίσαντα τοῦ θυμιάματος, "ὅταν" ἔφη "τῆς ἀρωματοφόρου κρατήσῃς Ἀλέξανδρε, πλουσίως οὕτως ἐπιθυμιάσεις• νῦν δὲ φειδομένως χρῶ τοῖς παροῦσι". τότ’ οὖν Ἀλέξανδρος ἔγραψε πρὸς αὐτόν• "ἀπεστάλκαμέν σοι λιβανωτὸν ἄφθονον καὶ σμύρναν, ὅπως παύσῃ πρὸς τοὺς θεοὺς μικρολογούμενος".

[26 ]Κιβωτίου δέ τινος αὐτῷ προσενεχθέντος, οὗ πολυτελέστερον οὐδὲν ἐφάνη τοῖς τὰ Δαρείου χρήματα καὶ τὰς ἀποσκευὰς παραλαμβάνουσιν, ἠρώτα τοὺς φίλους, ὅ τι δοκοίη μάλιστα τῶν ἀξίων σπουδῆς εἰς αὐτὸ καταθέσθαι. πολλὰ δὲ πολλῶν λεγόντων, αὐτὸς ἔφη τὴν Ἰλιάδα φρουρήσειν ἐνταῦθα καταθέμενος• καὶ ταῦτα μὲν οὐκ ὀλίγοι τῶν ἀξιοπίστων μεμαρτυρήκασιν. εἰ δ’, ὅπερ Ἀλεξανδρεῖς λέγουσιν Ἡρακλείδῃ πιστεύοντες, ἀληθές ἐστιν, οὔκουν {οὐκ} ἀργὸς οὐδ’ ἀσύμβολος αὐτῷ συστρατεύειν ἔοικεν Ὅμηρος. λέγουσι γὰρ ὅτι τῆς Αἰγύπτου κρατήσας ἐβούλετο πόλιν μεγάλην καὶ πολυάνθρωπον Ἑλληνίδα συνοικίσας ἐπώνυμον ἑαυτοῦ καταλιπεῖν, καί τινα τόπον γνώμῃ τῶν ἀρχιτεκτόνων ὅσον οὐδέπω διεμετρεῖτο καὶ περιέβαλλεν. εἶτα νύκτωρ κοιμώμενος ὄψιν εἶδε θαυμαστήν• ἀνὴρ πολιὸς εὖ μάλα τὴν κόμην καὶ γεραρὸς τὸ εἶδος ἔδοξεν αὐτῷ παραστὰς λέγειν τὰ ἔπη τάδε•
νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ,
Αἰγύπτου προπάροιθε• Φάρον δέ ἑ κικλήσκουσιν.

εὐθὺς οὖν ἐξαναστὰς ἐβάδιζεν ἐπὶ τὴν Φάρον, ἣ τότε μὲν ἔτι νῆσος ἦν τοῦ Κανωβικοῦ μικρὸν ἀνωτέρω στόματος, νῦν δὲ διὰ χώματος ἀνείληπται πρὸς τὴν ἤπειρον. ὡς οὖν εἶδε τόπον εὐφυΐᾳ διαφέροντα (ταινία γάρ ἐστιν ἰσθμῷ πλάτος ἔχοντι σύμμετρον ἐπιεικῶς, διείργουσα λίμνην τε πολλὴν καὶ θάλασσαν ἐν λιμένι μεγάλῳ τελευτῶσαν), εἰπὼν ὡς Ὅμηρος ἦν ἄρα τά τ’ ἄλλα θαυμαστὸς καὶ σοφώτατος ἀρχιτέκτων, ἐκέλευσε διαγράψαι τὸ σχῆμα τῆς πόλεως τῷ τόπῳ συναρμόττοντας. καὶ γῆ μὲν οὐ παρῆν λευκή, τῶν δ’ ἀλφίτων λαμβάνοντες ἐν πεδίῳ μελαγγείῳ κυκλοτερῆ κόλπον ἦγον, οὗ τὴν ἐντὸς περιφέρειαν εὐθεῖαι βάσεις ὥσπερ ἀπὸ κρασπέδων εἰς σχῆμα χλαμύδος ὑπελάμβανον ἐξ ἴσου συνάγουσαι τὸ μέγεθος. ἡσθέντος δὲ τῇ διαθέσει τοῦ βασιλέως, αἰφνίδιον ὄρνιθες ἀπὸ τοῦ ποταμοῦ καὶ τῆς λίμνης, πλήθει τ’ ἄπειροι καὶ κατὰ γένος παντοδαποὶ καὶ μέγεθος, ἐπὶ τὸν τόπον καταίροντες, νέφεσιν ἐοικότες, οὐδὲ μικρὸν ὑπέλιπον τῶν ἀλφίτων, ὥστε καὶ τὸν Ἀλέξανδρον διαταραχθῆναι πρὸς τὸν οἰωνόν. οὐ μὴν ἀλλὰ τῶν μάντεων θαρρεῖν παραινούντων (πολυαρκεστάτην γὰρ οἰκίζεσθαι πόλιν ὑπ’ αὐτοῦ καὶ παντοδαπῶν ἀνθρώπων ἐσομένην τροφόν), ἔργου κελεύσας ἔχεσθαι τοὺς ἐπιμελητάς, αὐτὸς ὥρμησεν εἰς Ἄμμωνος ὁδὸν μακρὰν καὶ πολλὰ μὲν ἔχουσαν ἐργώδη καὶ ταλαίπωρα, κινδύνους δὲ δύο, τὸν μὲν ἀνυδρίας, δι’ ἣν ἔρημός ἐστιν οὐκ ὀλίγων ἡμερῶν, τὸν δ’ εἰ λάβρος ἐν ἄμμῳ βαθείᾳ καὶ ἀχανεῖ πορευομένοις ἐπιπέσοι νότος, ὅς που καὶ πάλαι λέγεται περὶ τὸν Καμβύσου στρατὸν ἀναστήσας θῖνα μεγάλην καὶ κυματώσας τὸ πεδίον, μυριάδας ἀνθρώπων πέντε καταχῶσαι καὶ διαφθεῖραι. ταῦτα πάντα σχεδὸν πάντες ἐλογίζοντο, χαλεπὸν δ’ ἦν Ἀλέξανδρον ἀποτρέψαι πρὸς ὁτιοῦν ὡρμημένον. ἥ τε γὰρ τύχη ταῖς ἐπιβολαῖς ὑπείκουσα τὴν γνώμην ἰσχυρὰν ἐποίει, καὶ τὸ θυμοειδὲς ἄχρι τῶν **** θαυμάτων ὑπεξέφερε τὴν φιλονικίαν ἀήττητον, οὐ μόνον πολεμίους, ἀλλὰ καὶ τόπους καὶ καιροὺς καταβιαζομένην.

[27 ]Ἐν γοῦν τῇ τότε πορείᾳ τὰ συντυχόντα ταῖς ἀπορίαις παρὰ τοῦ θεοῦ βοηθήματα τῶν ὑστέρων χρησμῶν ἐπιστεύθη μᾶλλον• τρόπον δέ τινα καὶ τοῖς χρησμοῖς ἡ πίστις ἐκ τούτων ὑπῆρξε. πρῶτον μὲν γὰρ ἐκ Διὸς ὕδωρ πολὺ καὶ διαρκεῖς ὑετοὶ γενόμενοι τόν τε τῆς δίψης φόβον ἔλυσαν, καὶ τὴν ξηρότητα κατασβέσαντες τῆς ἄμμου, νοτερᾶς γενομένης καὶ πρὸς αὑτὴν ξυμπεσούσης, εὔπνουν τὸν ἀέρα καὶ καθαρώτερον παρέσχον. ἔπειτα τῶν ὅρων οἵπερ ἦσαν τοῖς ὁδηγοῖς συγχυθέντων, καὶ πλάνης οὔσης καὶ διασπασμοῦ τῶν βαδιζόντων διὰ τὴν ἄγνοιαν, κόρακες ἐπιφανέντες ὑπελάμβανον τὴν ἡγεμονίαν τῆς πορείας, ἑπομένων μὲν ἔμπροσθεν πετόμενοι καὶ σπεύδοντες, ὑστεροῦντας δὲ καὶ βραδύνοντας ἀναμένοντες• ὃ δ’ ἦν θαυμασιώτατον, ὡς Καλλισθένης φησί, ταῖς φωναῖς ἀνακαλούμενοι τοὺς πλανωμένους νύκτωρ καὶ κλάζοντες εἰς ἴχνος καθίστασαν τῆς πορείας. ἐπεὶ δὲ διεξελθὼν τὴν ἔρημον ἧκεν εἰς τὸν τόπον, ὁ μὲν προφήτης αὐτὸν ὁ Ἄμμωνος ἀπὸ τοῦ θεοῦ χαίρειν ὡς ἀπὸ πατρὸς προσεῖπεν• ὁ δ’ ἐπήρετο, μή τις αὐτὸν εἴη διαπεφευγὼς τῶν τοῦ πατρὸς φονέων. εὐφημεῖν δὲ τοῦ προφήτου κελεύσαντος, οὐ γὰρ εἶναι πατέρα θνητὸν αὐτῷ, μεταβαλὼν ἐπυνθάνετο τοὺς Φιλίππου φονεῖς, εἰ πάντας εἴη τετιμωρημένος• εἶτα περὶ τῆς ἀρχῆς, εἰ πάντων αὐτῷ δίδωσιν ἀνθρώπων κυρίῳ γενέσθαι. χρήσαντος δὲ τοῦ θεοῦ καὶ τοῦτο διδόναι καὶ Φίλιππον ἀπέχειν ἔκπλεω τὴν δίκην, ἐδωρεῖτο τὸν θεὸν ἀναθήμασι λαμπροῖς καὶ χρήμασι τοὺς ἀνθρώπους. ταῦτα περὶ τῶν χρησμῶν οἱ πλεῖστοι γράφουσιν• αὐτὸς δ’ Ἀλέξανδρος ἐν ἐπιστολῇ πρὸς τὴν μητέρα φησὶ γεγονέναι τινὰς αὐτῷ μαντείας ἀπορρήτους, ἃς αὐτὸς ἐπανελθὼν φράσει πρὸς μόνην ἐκείνην. ἔνιοι δέ φασι τὸν μὲν προφήτην Ἑλληνιστὶ βουλόμενον προσειπεῖν μετά τινος φιλοφροσύνης "ὦ παιδίον", ἐν τῷ τελευταίῳ τῶν φθόγγων ὑπὸ βαρβαρισμοῦ πρὸς τὸ σίγμ’ ἐξενεχθῆναι καὶ εἰπεῖν "ὦ παιδίος," ἀντὶ τοῦ νῦ τῷ σίγμα χρησάμενον, ἀσμένῳ δὲ τῷ Ἀλεξάνδρῳ τὸ σφάλμα τῆς φωνῆς γενέσθαι, καὶ διαδοθῆναι λόγον ὡς παῖδα Διὸς αὐτὸν τοῦ θεοῦ προσειπόντος. λέγεται δὲ καὶ Ψάμμωνος ἐν Αἰγύπτῳ τοῦ φιλοσόφου διακούσας, ἀποδέξασθαι μάλιστα τῶν λεχθέντων, ὅτι πάντες οἱ ἄνθρωποι βασιλεύονται ὑπὸ θεοῦ• τὸ γὰρ ἄρχον ἐν ἑκάστῳ καὶ κρατοῦν θεῖόν ἐστιν• ἔτι δὲ μᾶλλον αὐτὸς περὶ τούτων καὶ φιλοσοφώτερον δοξάζειν {καὶ} λέγων ὡς πάντων μὲν ὄντα κοινὸν ἀνθρώπων πατέρα τὸν θεόν, ἰδίους δὲ ποιούμενον ἑαυτοῦ τοὺς ἀρίστους.

[28 ]Καθόλου δὲ πρὸς μὲν τοὺς βαρβάρους σοβαρὸς ἦν καὶ σφόδρα πεπεισμένῳ περὶ τῆς ἐκ θεοῦ γενέσεως καὶ τεκνώσεως ὅμοιος, τοῖς δ’ Ἕλλησι μετρίως καὶ ὑποφειδομένως ἑαυτὸν ἐξεθείαζε• πλὴν περὶ Σάμου γράφων Ἀθηναίοις "ἐγὼ μὲν οὐκ ἂν" φησὶν "ὑμῖν ἐλευθέραν πόλιν ἔδωκα καὶ ἔνδοξον• ἔχετε δ’ αὐτὴν λαβόντες παρὰ τοῦ τότε κυρίου καὶ πατρὸς ἐμοῦ προσαγορευομένου," λέγων τὸν Φίλιππον. ὕστερον δὲ πληγῇ περιπεσὼν ὑπὸ τοξεύματος καὶ περιαλγὴς γενόμενος• "τοῦτο μὲν" εἶπεν "ὦ φίλοι τὸ ῥέον αἷμα καὶ οὐκ
"ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν".

ἐπεὶ δὲ μεγάλης ποτὲ βροντῆς γενομένης καὶ πάντων ἐκπλαγέντων Ἀνάξαρχος ὁ σοφιστὴς παρὼν ἔφη πρὸς αὐτὸν "μή τι σὺ τοιοῦτον ὁ τοῦ Διός;" γελάσας ἐκεῖνος "οὐ βούλομαι γὰρ" εἶπε "φοβερὸς εἶναι τοῖς φίλοις, ὥσπερ σύ με κελεύεις ὁ καταφαυλίζων μου τὸ δεῖπνον, ὅτι ταῖς τραπέζαις ἰχθύας ὁρᾷς ἐπικειμένους, οὐ σατραπῶν κεφαλάς". τῷ γὰρ ὄντι λέγεται τὸν Ἀνάξαρχον ἰχθυδίων Ἡφαιστίωνι πεμφθέντων ὑπὸ τοῦ βασιλέως τὸν προειρημένον ἐπιφθέγξασθαι λόγον, οἷον ἐξευτελίζοντα καὶ κατειρωνευόμενον τοὺς τὰ περίβλεπτα μεγάλοις πόνοις καὶ κινδύνοις διώκοντας, ὡς οὐδὲν ἢ μικρὸν ἐν ἡδοναῖς καὶ ἀπολαύσεσι πλέον ἔχοντας τῶν ἄλλων. ὁ δ’ οὖν Ἀλέξανδρος καὶ ἀπὸ τῶν εἰρημένων δῆλός ἐστιν αὐτὸς οὐδὲν πεπονθὼς οὐδὲ τετυφωμένος, ἀλλὰ τοὺς ἄλλους καταδουλούμενος τῇ δόξῃ τῆς θειότητος.

[29 ]Εἰς δὲ Φοινίκην ἐπανελθὼν ἐξ Αἰγύπτου, θυσίας τοῖς θεοῖς καὶ πομπὰς ἐπετέλει καὶ χορῶν {ἐγ}κυκλίων καὶ τραγικῶν ἀγῶνας, οὐ μόνον ταῖς παρασκευαῖς, ἀλλὰ καὶ ταῖς ἁμίλλαις λαμπροὺς γενομένους. ἐχορήγουν γὰρ οἱ βασιλεῖς τῶν Κυπρίων, ὥσπερ Ἀθήνησιν οἱ κληρούμενοι κατὰ φυλάς, καὶ ἠγωνίζοντο θαυμαστῇ φιλοτιμίᾳ πρὸς ἀλλήλους. μάλιστα δὲ Νικοκρέων ὁ Σαλαμίνιος καὶ Πασικράτης ὁ Σόλιος διεφιλονίκησαν. οὗτοι γὰρ ἔλαχον τοῖς ἐνδοξοτάτοις ὑποκριταῖς χορηγεῖν, Πασικράτης μὲν Ἀθηνοδώρῳ, Νικοκρέων δὲ Θεσσαλῷ, περὶ ὃν ἐσπουδάκει καὶ αὐτὸς Ἀλέξανδρος. οὐ μὴν διέφηνε τὴν σπουδὴν πρότερον ἢ ταῖς ψήφοις ἀναγορευθῆναι νικῶντα τὸν Ἀθηνόδωρον. τότε δ’ ὡς ἔοικεν ἀπιὼν ἔφη τοὺς μὲν κριτὰς ἐπαινεῖν, αὐτὸς μέντοι μέρος ἂν ἡδέως προέσθαι τῆς βασιλείας ἐπὶ τῷ μὴ Θεσσαλὸν ἰδεῖν νενικημένον. ἐπεὶ δ’ Ἀθηνόδωρος ὑπὸ τῶν Ἀθηναίων ζημιωθείς, ὅτι πρὸς τὸν ἀγῶνα τῶν Διονυσίων οὐκ ἀπήντησεν, ἠξίου γράψαι περὶ αὐτοῦ τὸν βασιλέα, τοῦτο μὲν οὐκ ἐποίησε, τὴν δὲ ζημίαν ἀπέστειλε παρ’ ἑαυτοῦ. Λύκωνος δὲ τοῦ Σκαρφέως εὐημεροῦντος ἐν τῷ θεάτρῳ καὶ στίχον εἰς τὴν κωμῳδίαν ἐμβαλόντος αἴτησιν περιέχοντα δέκα ταλάντων, γελάσας ἔδωκε.

Δαρείου δὲ πέμψαντος ἐπιστολὴν πρὸς αὐτὸν καὶ φίλους δεομένους, μύρια μὲν ὑπὲρ τῶν ἑαλωκότων λαβεῖν τάλαντα, τὴν δ’ ἐντὸς Εὐφράτου πᾶσαν ἔχοντα καὶ γήμαντα μίαν τῶν θυγατέρων φίλον εἶναι καὶ σύμμαχον, ἐκοινοῦτο τοῖς ἑταίροις• καὶ Παρμενίωνος εἰπόντος "ἐγὼ μὲν εἰ Ἀλέξανδρος ἤμην, ἔλαβον ἂν ταῦτα," "κἀγὼ νὴ Δία" εἶπεν ὁ Ἀλέξανδρος, "εἰ Παρμενίων". πρὸς δὲ τὸν Δαρεῖον ἔγραψεν, ὡς οὐδενὸς ἀτυχήσει τῶν φιλανθρώπων ἐλθὼν πρὸς αὐτόν, εἰ δὲ μή, αὐτὸς ἐπ’ ἐκεῖνον ἤδη πορεύσεσθαι.

[30 ]Ταχὺ μέντοι μετεμελήθη, τῆς Δαρείου γυναικὸς ἀποθανούσης ἐν ὠδῖσι, καὶ φανερὸς ἦν ἀνιώμενος ὡς ἐπίδειξιν οὐ μικρὰν ἀφῃρημένος χρηστότητος. ἔθαψεν οὖν τὴν ἄνθρωπον οὐδεμιᾶς πολυτελείας φειδόμενος. τῶν δὲ θαλαμηπόλων τις εὐνούχων, οἳ συνεαλώκεισαν ταῖς γυναιξίν, ἀποδρὰς ἐκ τοῦ στρατοπέδου καὶ πρὸς Δαρεῖον ἀφιππασάμενος, Τίρεως ὄνομα, φράζει τὸν θάνατον αὐτῷ τῆς γυναικός. ὡς δὲ πληξάμενος τὴν κεφαλὴν καὶ ἀνακλαύσας "φεῦ τοῦ Περσῶν" ἔφη "δαίμονος, εἰ δεῖ τὴν βασιλέως γυναῖκα καὶ ἀδελφὴν οὐ μόνον αἰχμάλωτον γενέσθαι ζῶσαν, ἀλλὰ καὶ τελευτήσασαν ἄμοιρον κεῖσθαι ταφῆς βασιλικῆς," ὑπολαβὼν ὁ θαλαμηπόλος "ἀλλὰ ταφῆς γε χάριν" εἶπεν "ὦ βασιλεῦ καὶ τιμῆς ἁπάσης καὶ τοῦ πρέποντος οὐδὲν ἔχεις αἰτιάσασθαι τὸν πονηρὸν δαίμονα Περσῶν. οὔτε γὰρ ζώσῃ τῇ δεσποίνῃ Στατείρᾳ καὶ μητρὶ σῇ καὶ τέκνοις οὐδὲν ἐνέδει τῶν πρόσθεν ἀγαθῶν καὶ καλῶν ἢ τὸ σὸν ὁρᾶν φῶς, ὃ πάλιν ἀναλάμψειε λαμπρὸν ὁ κύριος Ὠρομάσδης, οὔτ’ ἀποθανοῦσα κόσμου τινὸς ἄμοιρος γέγονεν, ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσιν. οὕτω γάρ ἐστι χρηστὸς κρατήσας Ἀλέξανδρος ὡς δεινὸς μαχόμενος". ταῦτ’ ἀκούσαντα Δαρεῖον ἡ ταραχὴ καὶ τὸ πάθος ἐξέφερε πρὸς ὑποψίας ἀτόπους, καὶ τὸν εὐνοῦχον ἐνδοτέρω τῆς σκηνῆς ἀπαγαγών, "εἰ μὴ καὶ σὺ μετὰ τῆς Περσῶν" ἔφη "τύχης μακεδονίζεις, ἀλλ’ ἔτι σοι δεσπότης ἐγὼ Δαρεῖος, εἰπέ μοι σεβόμενος Μίθρου τε φῶς μέγα καὶ δεξιὰν βασίλειον, ἆρα μὴ τὰ μικρότατα τῶν Στατείρας κλαίω κακῶν, οἰκτρότερα δὲ ζώσης ἐπάσχομεν, καὶ μᾶλλον ἂν κατ’ ἀξίαν ἐδυστυχοῦμεν ὠμῷ καὶ σκυθρωπῷ περιπεσόντες ἐχθρῷ; τί γὰρ εὐπρεπὲς ἀνδρὶ νέῳ πρὸς ἐχθροῦ γυναῖκα μέχρι τιμῆς τοσαύτης συμβόλαιον;" ἔτι λέγοντος αὐτοῦ καταβαλὼν ἐπὶ τοὺς πόδας Τίρεως αὑτὸν ἱκέτευεν εὐφημεῖν, καὶ μήτ’ Ἀλέξανδρον ἀδικεῖν, μήτε τὴν τεθνεῶσαν ἀδελφὴν καὶ γυναῖκα καταισχύνειν, μήθ’ αὑτοῦ τὴν μεγίστην ὧν ἔπταικεν ἀφαιρεῖσθαι παραμυθίαν, τὸ δοκεῖν ὑπ’ ἀνδρὸς ἡττῆσθαι κρείττονος ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν, ἀλλὰ καὶ θαυμάζειν Ἀλέξανδρον, ὡς πλείονα ταῖς Περσῶν γυναιξὶ σωφροσύνην ἢ Πέρσαις ἀνδρείαν ἐπιδεδειγμένον. ἅμα δ’ ὅρκους τε φρικώδεις τοῦ θαλαμηπόλου κινοῦντος ὑπὲρ τούτων, καὶ περὶ τῆς ἄλλης ἐγκρατείας καὶ μεγαλοψυχίας τῆς Ἀλεξάνδρου λέγοντος, ἐξελθὼν πρὸς τοὺς ἑταίρους ὁ Δαρεῖος, καὶ τὰς χεῖρας ἀνατείνας πρὸς τὸν οὐρανόν, ἐπεύξατο• "θεοὶ γενέθλιοι καὶ βασίλειοι, μάλιστα μὲν ἐμοὶ διδοίητε τὴν Περσῶν ἀρχὴν εἰς ὀρθὸν αὖθις σταθεῖσαν ἐφ’ οἷς ἐδεξάμην ἀγαθοῖς ἀπολαβεῖν, ἵνα κρατήσας ἀμείψωμαι τὰς Ἀλεξάνδρου χάριτας, ὧν εἰς τὰ φίλτατα πταίσας ἔτυχον• εἰ δ’ ἄρα τις οὗτος εἱμαρτὸς ἥκει χρόνος, ὀφειλόμενος νεμέσει καὶ μεταβολῇ, παύσασθαι τὰ Περσῶν, μηδεὶς ἄλλος ἀνθρώπων καθίσειεν εἰς τὸν Κύρου θρόνον πλὴν Ἀλεξάνδρου". ταῦτα μὲν οὕτω γενέσθαι τε καὶ λεχθῆναί φασιν οἱ πλεῖστοι τῶν συγγραφέων.

[31 ]Ἀλέξανδρος δὲ τὴν ἐντὸς τοῦ Εὐφράτου πᾶσαν ὑφ’ ἑαυτῷ ποιησάμενος, ἤλαυνεν ἐπὶ Δαρεῖον, ἑκατὸν μυριάσι στρατοῦ καταβαίνοντα. καί τις αὐτῷ φράζει τῶν ἑταίρων, ὡς δὴ γέλωτος ἄξιον πρᾶγμα, τοὺς ἀκολούθους παίζοντας εἰς δύο μέρη διῃρηκέναι σφᾶς αὐτούς, ὧν ἑκατέρου στρατηγὸν εἶναι καὶ ἡγεμόνα, τὸν μὲν Ἀλέξανδρον, τὸν δὲ Δαρεῖον ὑπ’ αὐτῶν προσαγορευόμενον• ἀρξαμένους δὲ βώλοις ἀκροβολίζεσθαι πρὸς ἀλλήλους, εἶτα πυγμαῖς, τέλος ἐκκεκαῦσθαι τῇ φιλονικίᾳ καὶ μέχρι λίθων καὶ ξύλων, πολλοὺς καὶ δυσκαταπαύστους γεγονότας. ταῦτ’ ἀκούσας ἐκέλευσεν αὐτοὺς μονομαχῆσαι τοὺς ἡγεμόνας, καὶ τὸν μὲν Ἀλέξανδρον αὐτὸς ὥπλισε, τὸν δὲ Δαρεῖον Φιλώτας. ἐθεᾶτο δ’ ὁ στρατός, ἐν οἰωνῷ τινι τοῦ μέλλοντος τιθέμενος τὸ γιγνόμενον. ἰσχυρᾶς δὲ τῆς μάχης γενομένης, ἐνίκησεν ὁ καλούμενος Ἀλέξανδρος, καὶ δωρεὰν ἔλαβε δώδεκα κώμας καὶ στολῇ Περσικῇ χρῆσθαι. ταῦτα μὲν οὖν Ἐρατοσθένης ἱστόρηκε.

Τὴν δὲ μεγάλην μάχην πρὸς Δαρεῖον οὐκ ἐν Ἀρβήλοις, ὥσπερ οἱ πολλοὶ γράφουσιν, ἀλλ’ ἐν Γαυγαμήλοις γενέσθαι συνέπεσε. σημαίνειν δέ φασιν οἶκον καμήλου τὴν διάλεκτον, ἐπεὶ τῶν πάλαι τις βασιλέων ἐκφυγὼν πολεμίους ἐπὶ καμήλου δρομάδος ἐνταῦθα καθίδρυσεν αὐτήν, ἀποτάξας τινὰς κώμας καὶ προσόδους εἰς τὴν ἐπιμέλειαν.

Ἡ μὲν οὖν σελήνη τοῦ Βοηδρομιῶνος ἐξέλιπε περὶ τὴν τῶν μυστηρίων τῶν Ἀθήνησιν ἀρχήν, ἑνδεκάτῃ δ’ ἀπὸ τῆς ἐκλείψεως νυκτὶ τῶν στρατοπέδων ἀλλήλων ἐν ὄψει γεγονότων, Δαρεῖος μὲν ἐν ὅπλοις συνεῖχε τὴν δύναμιν, ὑπὸ λαμπάδων ἐπιπορευόμενος τὰς τάξεις• Ἀλέξανδρος δὲ τῶν Μακεδόνων ἀναπαυομένων αὐτὸς πρὸ τῆς σκηνῆς μετὰ τοῦ μάντεως Ἀριστάνδρου διέτριβεν, ἱερουργίας τινὰς ἀπορρήτους ἱερουργούμενος καὶ τῷ Φόβῳ σφαγιαζόμενος. οἱ δὲ πρεσβύτεροι τῶν ἑταίρων καὶ μάλιστα Παρμενίων, ὡς τὸ μὲν πεδίον τὸ μεταξὺ τοῦ Νιφάτου καὶ τῶν ὀρῶν τῶν Γορδυαίων ἅπαν ἑωρᾶτο καταλαμπόμενον τοῖς βαρβαρικοῖς φέγγεσιν, ἀτέκμαρτος δέ τις φωνὴ συμμεμειγμένη καὶ θόρυβος ἐκ τοῦ στρατοπέδου καθάπερ ἐξ ἀχανοῦς προσήχει πελάγους, θαυμάσαντες τὸ πλῆθος καὶ πρὸς ἀλλήλους διαλεχθέντες, ὡς μέγα καὶ χαλεπὸν ἔργον εἴη συμπεσόντας ἐκ προφανοῦς τοσοῦτον ὤσασθαι πόλεμον, ἀπὸ τῶν ἱερῶν γενομένῳ τῷ βασιλεῖ προσελθόντες, ἔπειθον αὐτὸν ἐπιχειρῆσαι νύκτωρ τοῖς πολεμίοις καὶ τῷ σκότῳ τὸ φοβερώτατον συγκαλύψαι τοῦ μέλλοντος ἀγῶνος. ὁ δὲ τὸ μνημονευόμενον εἰπὼν "οὐ κλέπτω τὴν νίκην," ἐνίοις μὲν ἔδοξε μειρακιώδη καὶ κενὴν ἀπόκρισιν πεποιῆσθαι, παίζων πρὸς τοσοῦτον κίνδυνον, ἐνίοις δὲ καὶ τῷ παρόντι θαρρεῖν καὶ στοχάζεσθαι τοῦ μέλλοντος ὀρθῶς, μὴ διδοὺς πρόφασιν ἡττηθέντι Δαρείῳ πρὸς ἄλλην αὖθις ἀναθαρρῆσαι πεῖραν, αἰτιωμένῳ τούτων νύκτα καὶ σκότος, ὡς ὄρη καὶ στενὰ καὶ θάλασσαν τῶν προτέρων. οὐ γὰρ ὅπλων οὐδὲ σωμάτων ἀπορίᾳ παύσεσθαι πολεμοῦντα Δαρεῖον ἀπὸ τηλικαύτης δυνάμεως καὶ χώρας τοσαύτης, ἀλλ’ ὅταν ἀφῇ τὸ φρόνημα καὶ τὴν ἐλπίδα, δι’ ἐμφανοῦς ἥττης κατὰ κράτος ἐξελεγχθείς.

[32 ]Ἀπελθόντων δὲ τούτων, κατακλιθεὶς ὑπὸ σκηνὴν λέγεται τὸ λοιπὸν μέρος τῆς νυκτὸς ὕπνῳ βαθεῖ κρατηθῆναι παρὰ τὸ εἰωθός, ὥστε θαυμάζειν ἐπελθόντος ὄρθρου τοὺς ἡγεμόνας, καὶ παρ’ αὑτῶν ἐξενεγκεῖν παράγγελμα πρῶτον ἀριστοποιεῖσθαι τοὺς στρατιώτας• ἔπειτα τοῦ καιροῦ κατεπείγοντος, εἰσελθόντα Παρμενίωνα καὶ παραστάντα τῇ κλίνῃ δὶς ἢ τρὶς αὐτοῦ φθέγξασθαι τοὔνομα, καὶ διεγερθέντος οὕτως ἐρωτᾶν, ὅ τι δὴ πεπονθὼς ὕπνον καθεύδοι νενικηκότος, οὐχὶ μέλλοντος ἀγωνιεῖσθαι τὸν μέγιστον τῶν ἀγώνων. τὸν δ’ οὖν Ἀλέξανδρον εἰπεῖν διαμειδιάσαντα• "τί γάρ; οὐκ ἤδη σοι νενικηκέναι δοκοῦμεν, ἀπηλλαγμένοι τοῦ πλανᾶσθαι καὶ διώκειν ἐν πολλῇ καὶ κατεφθαρμένῃ φυγομαχοῦντα χώρᾳ Δαρεῖον;" οὐ μόνον δὲ πρὸ τῆς μάχης, ἀλλὰ καὶ παρ’ αὐτὸν τὸν κίνδυνον ἐπεδείξατο μέγαν καὶ συνεστηκότα τῷ λογίζεσθαι καὶ θαρρεῖν ἑαυτόν.

Ἔσχε γὰρ ὁ ἀγὼν ὑποτροπὴν καὶ σάλον ἐν τῷ εὐωνύμῳ κέρατι κατὰ Παρμενίωνα, τῆς Βακτριανῆς ἵππου ῥόθῳ πολλῷ καὶ μετὰ βίας παρεμπεσούσης εἰς τοὺς Μακεδόνας, Μαζαίου δὲ περιπέμψαντος ἔξω τῆς φάλαγγος ἱππεῖς τοῖς σκευοφυλακοῦσι προσβαλοῦντας. διὸ καὶ θορυβούμενος ὑπ’ ἀμφοτέρων ὁ Παρμενίων ἀπέστειλε πρὸς Ἀλέξανδρον ἀγγέλους, φράζοντας οἴχεσθαι τὸν χάρακα καὶ τὰς ἀποσκευάς, εἰ μὴ κατὰ τάχος βοήθειαν ἰσχυρὰν ἀπὸ τοῦ στόματος πέμψειε τοῖς ὄπισθεν. ἔτυχε μὲν οὖν κατ’ ἐκεῖνο καιροῦ τοῖς περὶ αὐτὸν ἐφόδου διδοὺς σημεῖον• ὡς δ’ ἤκουσε τὰ παρὰ τοῦ Παρμενίωνος, οὐκ ἔφη σωφρονεῖν αὐτὸν οὐδ’ ἐντὸς εἶναι τῶν λογισμῶν, ἀλλ’ ἐπιλελῆσθαι ταραττόμενον, ὅτι νικῶντες μὲν προσκτήσονται καὶ τὰ τῶν πολεμίων, ἡττωμένοις δὲ φροντιστέον οὐ χρημάτων οὐδ’ ἀνδραπόδων, ἀλλ’ ὅπως ἀποθανοῦνται καλῶς καὶ λαμπρῶς ἀγωνιζόμενοι.

Ταῦτ’ ἐπιστείλας Παρμενίωνι, τὸ κράνος περιέθετο, τὸν δ’ ἄλλον ὁπλισμὸν εὐθὺς ἀπὸ σκηνῆς εἶχεν, ὑπένδυμα τῶν Σικελικῶν ζωστόν, ἐπὶ δὲ τούτῳ θώρακα διπλοῦν λινοῦν ἐκ τῶν ληφθέντων ἐν Ἰσσῷ. τὸ δὲ κράνος ἦν μὲν σιδηροῦν, ἔστιλβε δ’ ὥσπερ ἄργυρος καθαρός, ἔργον Θεοφίλου• συνήρμοστο δ’ αὐτῷ περιτραχήλιον ὁμοίως σιδηροῦν, λιθοκόλλητον• μάχαιραν δὲ θαυμαστὴν βαφῇ καὶ κουφότητι, δωρησαμένου τοῦ Κιτιέων βασιλέως, {ἣν} εἶχεν, ἠσκημένος τὰ πολλὰ χρῆσθαι μαχαίρᾳ παρὰ τὰς μάχας. ἐπιπόρπωμα δ’ ἐφόρει τῇ μὲν ἐργασίᾳ σοβαρώτερον ἢ κατὰ τὸν ἄλλον ὁπλισμόν• ἦν γὰρ ἔργον Ἑλικῶνος τοῦ παλαιοῦ, τιμὴ δὲ τῆς Ῥοδίων πόλεως, ὑφ’ ἧς ἐδόθη δῶρον• ἐχρῆτο δὲ καὶ τούτῳ πρὸς τοὺς ἀγῶνας. ἄχρι μὲν οὖν συντάττων τι τῆς φάλαγγος ἢ παρακελευόμενος ἢ διδάσκων ἢ ἐφορῶν παρεξήλαυνεν, ἄλλον ἵππον εἶχε, τοῦ Βουκεφάλα φειδόμενος, ἤδη παρήλικος ὄντος• χωροῦντι δὲ πρὸς ἔργον ἐκεῖνος προσήγετο, καὶ μεταβὰς εὐθὺς ἦρχεν ἐφόδου.

[33 ]Τότε δὲ τοῖς Θετταλοῖς πλεῖστα διαλεχθεὶς καὶ τοῖς ἄλλοις Ἕλλησιν, ὡς ἐπέρρωσαν αὐτὸν βοῶντες ἄγειν ἐπὶ τοὺς βαρβάρους, τὸ ξυστὸν εἰς τὴν ἀριστερὰν μεταλαβών, τῇ δεξιᾷ παρεκάλει τοὺς θεούς, ὡς Καλλισθένης φησίν, ἐπευχόμενος, εἴπερ ὄντως Διόθεν ἐστὶ γεγονώς, ἀμῦναι καὶ συνεπιρρῶσαι τοὺς Ἕλληνας. ὁ δὲ μάντις Ἀρίστανδρος, χλανίδα λευκὴν ἔχων καὶ χρυσοῦν στέφανον, ἐπεδείκνυτο παριππεύων ἀετὸν ὑπὲρ κεφαλῆς Ἀλεξάνδρου συνεπαιωρούμενον καὶ κατευθύνοντα τὴν πτῆσιν ὄρθιον ἐπὶ τοὺς πολεμίους, ὥστε πολὺ μὲν θάρσος ἐγγενέσθαι τοῖς ὁρῶσιν, ἐκ δὲ τοῦ θαρρεῖν καὶ παρακαλεῖν ἀλλήλους δρόμῳ τοῖς ἱππεῦσιν ἱεμένοις ἐπὶ τοὺς πολεμίους ἐπικυμαίνειν τὴν φάλαγγα. πρὶν δὲ συμμεῖξαι τοὺς πρώτους, ἐξέκλιναν οἱ βάρβαροι, καὶ διωγμὸς ἦν πολὺς, εἰς τὰ μέσα συνελαύνοντος Ἀλεξάνδρου τὸ νικώμενον, ὅπου Δαρεῖος ἦν. πόρρωθεν γὰρ αὐτὸν κατεῖδε, διὰ τῶν προτεταγμένων ἐν βάθει τῆς βασιλικῆς ἴλης ἐκφανέντα, καλὸν ἄνδρα καὶ μέγαν ἐφ’ ἅρματος ὑψηλοῦ βεβῶτα, πολλοῖς ἱππεῦσι καὶ λαμπροῖς καταπεφραγμένον, εὖ μάλα συνεσπειραμένοις περὶ τὸ ἅρμα καὶ παρατεταγμένοις δέχεσθαι τοὺς πολεμίους. ἀλλὰ δεινὸς ὀφθεὶς ἐγγύθεν Ἀλέξανδρος, καὶ τοὺς φεύγοντας ἐμβαλὼν εἰς τοὺς μένοντας, ἐξέπληξε καὶ διεσκέδασε τὸ πλεῖστον. οἱ δ’ ἄριστοι καὶ γενναιότατοι πρὸ τοῦ βασιλέως φονευόμενοι καὶ κατ’ ἀλλήλων πίπτοντες, ἐμποδὼν τῆς διώξεως ἦσαν, ἐμπλεκόμενοι καὶ περισπαίροντες αὑτοῖς καὶ ἵπποις. Δαρεῖος δέ, τῶν δεινῶν ἁπάντων ἐν ὀφθαλμοῖς ὄντων, καὶ τῶν προτεταγμένων δυνάμεων ἐρειπομένων εἰς αὐτόν, ὡς οὐκ ἦν ἀποστρέψαι τὸ ἅρμα καὶ διεξελάσαι ῥᾴδιον, ἀλλ’ οἵ τε τροχοὶ συνείχοντο πτώμασι πεφυρμένοι τοσούτοις, οἵ θ’ ἵπποι καταλαμβανόμενοι καὶ ἀποκρυπτόμενοι τῷ πλήθει τῶν νεκρῶν, ἐξήλλοντο καὶ συνετάραττον τὸν ἡνίοχον, ἀπολείπει μὲν τὸ ἅρμα καὶ τὰ ὅπλα, θήλειαν δ’ ὥς φασι νεοτόκον ἵππον περιβὰς ἔφυγεν. οὐ μὴν τότε γ’ ἂν ἐδόκει διαφυγεῖν, εἰ μὴ πάλιν ἧκον ἕτεροι παρὰ τοῦ Παρμενίωνος ἱππεῖς μετακαλοῦντες Ἀλέξανδρον, ὡς συνεστώσης ἔτι πολλῆς δυνάμεως ἐκεῖ καὶ τῶν πολεμίων οὐκ ἐνδιδόντων. ὅλως γὰρ αἰτιῶνται Παρμενίωνα κατ’ ἐκείνην τὴν μάχην νωθρὸν γενέσθαι καὶ δύσεργον, εἴτε τοῦ γήρως ἤδη τι παραλύοντος τῆς τόλμης, εἴτε τὴν ἐξουσίαν καὶ τὸν ὄγκον, ὡς Καλλισθένης φησί, τῆς Ἀλεξάνδρου δυνάμεως βαρυνόμενον καὶ προσφθονοῦντα. τότε δ’ οὖν ὁ βασιλεὺς ἀνιαθεὶς τῇ μεταπέμψει, τοῖς μὲν στρατιώταις οὐκ ἔφρασε τὸ ἀληθές, ἀλλ’ ὡς ἄδην ἔχων τοῦ φονεύειν, καὶ σκότους ὄντος, ἀνάκλησιν ἐσήμανεν• ἐλαύνων δὲ πρὸς τὸ κινδυνεῦον μέρος, ἤκουσε καθ’ ὁδὸν ἡττῆσθαι παντάπασι καὶ φεύγειν τοὺς πολεμίους.
__________________
όταν γράφεται η ιστορία της ζωής σου,
μην αφήνεις κανέναν να κρατάει την πένα
Απάντηση με παράθεση