Εμφάνιση ενός μόνο μηνύματος
  #6  
Παλιά 26-09-07, 18:15
Το avatar του χρήστη Xenios
Xenios Ο χρήστης Xenios δεν είναι συνδεδεμένος
Administrator
 

Τελευταία φορά Online: 12-11-16 10:12
Φύλο: Άντρας
6ο μέρος και τελευταίο

[64 ]Τῶν δὲ Γυμνοσοφιστῶν τοὺς μάλιστα τὸν Σάββαν ἀναπείσαντας ἀποστῆναι καὶ κακὰ πλεῖστα τοῖς Μακεδόσι παρασχόντας λαβὼν δέκα, δεινοὺς δοκοῦντας εἶναι περὶ τὰς ἀποκρίσεις καὶ βραχυλόγους, ἐρωτήματα προὔθηκεν αὐτοῖς ἄπορα, φήσας ἀποκτενεῖν τὸν μὴ ὀρθῶς ἀποκρινάμενον πρῶτον, εἶτ’ ἐφεξῆς οὕτω τοὺς ἄλλους• ἕνα δὲ τὸν πρεσβύτατον ἐκέλευσεν ἐπικρίνειν. ὁ μὲν οὖν πρῶτος ἐρωτηθείς, πότερον οἴεται τοὺς ζῶντας εἶναι πλείονας ἢ τοὺς τεθνηκότας, ἔφη τοὺς ζῶντας• οὐκέτι γὰρ εἶναι τοὺς τεθνηκότας. ὁ δὲ δεύτερος, πότερον τὴν γῆν ἢ τὴν θάλατταν μείζονα τρέφειν θηρία, τὴν γῆν ἔφη• ταύτης γὰρ μέρος εἶναι τὴν θάλατταν. ὁ δὲ τρίτος, ποῖόν ἐστι ζῷον πανουργότατον, ὃ μέχρι νῦν, εἶπεν, ἄνθρωπος οὐκ ἔγνωκεν. ὁ δὲ τέταρτος ἀνακρινόμενος, τίνι λογισμῷ τὸν Σάββαν ἀπέστησεν, ἀπεκρίνατο, καλῶς ζῆν βουλόμενος αὐτὸν ἢ καλῶς ἀποθανεῖν. ὁ δὲ πέμπτος ἐρωτηθείς, πότερον οἴεται τὴν ἡμέραν πρότερον ἢ τὴν νύκτα γεγονέναι, τὴν ἡμέραν, εἶπεν, ἡμέρᾳ μιᾷ• καὶ προσεπεῖπεν οὗτος, θαυμάσαντος τοῦ βασιλέως, ὅτι τῶν ἀπόρων ἐρωτήσεων ἀνάγκη καὶ τὰς ἀποκρίσεις ἀπόρους εἶναι. μεταβαλὼν οὖν τὸν ἕκτον ἠρώτα, πῶς ἄν τις φιληθείη μάλιστα• ἂν κράτιστος ὤν, ἔφη, μὴ φοβερὸς ᾖ. τῶν δὲ λοιπῶν τριῶν ὁ μὲν ἐρωτηθείς, πῶς ἄν τις ἐξ ἀνθρώπου γένοιτο θεός, εἴ τι πράξειεν, εἶπεν, ὃ πρᾶξαι δυνατὸν ἀνθρώπῳ μὴ ἔστιν• ὁ δὲ περὶ ζῳῆς καὶ θανάτου, πότερον ἰσχυρότερον, ἀπεκρίνατο τὴν ζῳήν, τοσαῦτα κακὰ φέρουσαν. ὁ δὲ τελευταῖος, μέχρι τίνος ἂν ἄνθρωπον καλῶς ἔχοι ζῆν, μέχρι οὗ μὴ νομίζει τὸ τεθνάναι τοῦ ζῆν ἄμεινον. οὕτω δὴ τραπόμενος πρὸς τὸν δικαστήν, ἐκέλευσεν ἀποφαίνεσθαι. τοῦ δ’ ἕτερον ἑτέρου χεῖρον εἰρηκέναι φήσαντος, "οὐκοῦν" ἔφη "καὶ σὺ πρῶτος ἀποθανῇ τοιαῦτα κρίνων". "οὐκ ἄν γ’" εἶπεν "ὦ βασιλεῦ, εἰ μὴ σὺ ψεύδῃ, φήσας πρῶτον ἀποκτενεῖν τὸν ἀποκρινάμενον κάκιστα".

[65 ]Τούτους μὲν οὖν ἀφῆκε δωρησάμενος• πρὸς δὲ τοὺς ἐν δόξῃ μάλιστα καὶ καθ’ αὑτοὺς ἐν ἡσυχίᾳ ζῶντας ἔπεμψεν Ὀνησίκριτον, ἀφικέσθαι δεόμενος πρὸς αὐτόν. ὁ δ’ Ὀνησίκριτος ἦν φιλόσοφος τῶν Διογένει τῷ κυνικῷ συνεσχολακότων• καί φησι τὸν μὲν Καλανὸν ὑβριστικῶς πάνυ καὶ τραχέως κελεύειν ἀποδύντα τὸν χιτῶνα γυμνὸν ἀκροᾶσθαι τῶν λόγων• ἄλλως δ’ οὐ διαλέξεσθαι πρὸς αὐτὸν, οὐδ’ εἰ παρὰ τοῦ Διὸς ἀφῖκται. τὸν δὲ Δάνδαμιν πρᾳότερον εἶναι, καὶ διακούσαντα περὶ Σωκράτους καὶ Πυθαγόρου καὶ Διογένους, εἰπεῖν ὡς εὐφυεῖς μὲν αὐτῷ γεγονέναι δοκοῦσιν οἱ ἄνδρες, λίαν δὲ τοὺς νόμους αἰσχυνόμενοι βεβιωκέναι. ἄλλοι δέ φασι τὸν Δάνδαμιν οὐδὲν εἰπεῖν ἀλλ’ ἢ τοσοῦτον μόνον• "τίνος χάριν ὁ Ἀλέξανδρος ὁδὸν τοσαύτην δεῦρ’ ἦλθε;" τὸν μέντοι Καλανὸν ἔπεισεν ὁ Ταξίλης ἐλθεῖν πρὸς Ἀλέξανδρον• ἐκαλεῖτο δὲ Σφίνης• ἐπεὶ δὲ κατ’ Ἰνδικὴν γλῶτταν τῷ καλὲ προσαγορεύων ἀντὶ τοῦ χαίρειν τοὺς ἐντυγχάνοντας ἠσπάζετο, Καλανὸς ὑπὸ τῶν Ἑλλήνων ὠνομάσθη. τοῦτον δὲ λέγεται καὶ τὸ παράδειγμα τῆς ἀρχῆς τῷ Ἀλεξάνδρῳ προθέσθαι• καταβαλὼν γὰρ ἐν μέσῳ βύρσαν τινὰ ξηρὰν καὶ κατεσκληκυῖαν, ἐπάτησε τὸ ἄκρον• ἡ δ’ εἰς ἓν πιεσθεῖσα, τοῖς ἄλλοις ἐπήρθη μέρεσι. καὶ τοῦτο περιϊὼν ἐν κύκλῳ καὶ πιέζων καθ’ ἕκαστον ἐδείκνυε γιγνόμενον, ἄχρι οὗ τὸ μέσον ἐπιστὰς κατέσχε, καὶ πάνθ’ οὕτως ἠρέμησεν. ἐβούλετο δ’ ἡ εἰκὼν ἔνδειξις εἶναι τοῦ τὰ μέσα δεῖν μάλιστα τῆς ἀρχῆς πιέζειν καὶ μὴ μακρὰν ἀποπλανᾶσθαι τὸν Ἀλέξανδρον.

[66 ]Ἡ δὲ διὰ τῶν ποταμῶν πρὸς τὴν θάλατταν ὑπαγωγὴ μηνῶν ἑπτὰ χρόνον ἀνάλωσεν. ἐμβαλὼν δὲ ταῖς ναυσὶν εἰς τὸν Ὠκεανόν, ἀνέπλευσε πρὸς νῆσον, ἣν Σκιλλοῦστιν αὐτὸς ὠνόμασεν, ἕτεροι δὲ Ψιλτοῦκιν. ἐνταῦθα δ’ ἀποβὰς ἔθυε τοῖς θεοῖς, καὶ τὴν φύσιν ἐπεῖδε τοῦ πελάγους καὶ τῆς παραλίας, ὅσον ἐφικτὸν ἦν• εἶτ’ ἐπευξάμενος μηδένα μετ’ αὐτὸν ἀνθρώπων ὑπερβῆναι τοὺς ὅρους τῆς στρατείας, ἀνέστρεψε. καὶ τὰς μὲν ναῦς ἐκέλευσε παραπλεῖν, ἐν δεξιᾷ τὴν Ἰνδικὴν ἐχούσας, ἡγεμόνα μὲν Νέαρχον ἀποδείξας, ἀρχικυβερνήτην δ’ Ὀνησίκριτον• αὐτὸς δὲ πεζῇ δι’ Ὠρειτῶν πορευόμενος, εἰς ἐσχάτην ἀπορίαν προήχθη, καὶ πλῆθος ἀνθρώπων ἀπώλεσε τοσοῦτον, ὥστε τῆς μαχίμου δυνάμεως μηδὲ τὸ τέταρτον ἐκ τῆς Ἰνδικῆς ἀπαγαγεῖν. καίτοι δώδεκα μὲν μυριάδες ἦσαν οἱ πεζοί, τὸ δ’ ἱππικὸν εἰς μυρίους καὶ πεντακισχιλίους. ἀλλὰ καὶ νόσοι χαλεπαὶ καὶ δίαιται πονηραὶ καὶ καύματα ξηρὰ καὶ πλείστους ὁ λιμὸς διέφθειρεν, ἄσπορον χώραν ἐπιόντας ἀνθρώπων κακοβίων, ὀλίγα καὶ ἀγεννῆ πρόβατα κεκτημένων, ἃ τοὺς θαλαττίους ἰχθῦς εἰθισμένα προσφέρεσθαι σάρκα μοχθηρὰν εἶχε καὶ δυσώδη. μόλις οὖν ἐν ἡμέραις ἑξήκοντα ταύτην διελθὼν καὶ τῆς Γεδρωσίας ἁψάμενος, εὐθὺς ἐν ἀφθόνοις ἦν πᾶσι, τῶν ἔγγιστα σατραπῶν καὶ βασιλέων παρασκευασάντων.

[67 ]Ἀναλαβὼν οὖν ἐνταῦθα τὴν δύναμιν, ἐξώρμησε κώμῳ χρώμενος ἐφ’ ἡμέρας ἑπτὰ διὰ τῆς Καρμανίας. αὐτὸν μὲν οὖν ἵπποι σχέδην ἐκόμιζον ὀκτώ, μετὰ τῶν ἑταίρων ὑπὲρ θυμέλης ἐν ὑψηλῷ καὶ περιφανεῖ πλαισίῳ πεπηγυίας εὐωχούμενον συνεχῶς ἡμέρας καὶ νυκτός• ἅμαξαι δὲ παμπληθεῖς, αἱ μὲν ἁλουργοῖς καὶ ποικίλοις περιβολαίοις, αἱ δ’ ὕλης ἀεὶ προσφάτου καὶ χλωρᾶς σκιαζόμεναι κλάδοις, εἵποντο, τοὺς ἄλλους ἄγουσαι φίλους καὶ ἡγεμόνας, ἐστεφανωμένους καὶ πίνοντας. εἶδες δ’ ἂν οὐ πέλτην, οὐ κράνος, οὐ σάρισαν, ἀλλὰ φιάλαις καὶ ῥυτοῖς καὶ θηρικλείοις παρὰ τὴν ὁδὸν ἅπασαν οἱ στρατιῶται κυαθίζοντες ἐκ πίθων μεγάλων καὶ κρατήρων ἀλλήλοις προέπινον, οἱ μὲν ἐν τῷ προάγειν ἅμα καὶ βαδίζειν, οἱ δὲ κατακείμενοι. πολλὴ δὲ μοῦσα συρίγγων καὶ αὐλῶν ᾠδῆς τε καὶ ψαλμοῦ καὶ βακχεία γυναικῶν κατεῖχε πάντα τόπον. τῷ δ’ ἀτάκτῳ καὶ πεπλανημένῳ τῆς πορείας παρείπετο {ταῖς φιάλαις} καὶ παιδιὰ βακχικῆς ὕβρεως, ὡς τοῦ θεοῦ παρόντος αὐτοῦ καὶ συμπαραπέμποντος τὸν κῶμον. ἐπεὶ δ’ ἧκε τῆς Γεδρωσίας εἰς τὸ βασίλειον, αὖθις ἀνελάμβανε τὴν στρατιὰν πανηγυρίζων. λέγεται δ’ αὐτὸν μεθύοντα θεωρεῖν ἀγῶνας χορῶν, τὸν δ’ ἐρώμενον Βαγώαν χορεύοντα νικῆσαι καὶ κεκοσμημένον διὰ τοῦ θεάτρου παρελθόντα καθίσαι παρ’ αὐτόν• ἰδόντας δὲ τοὺς Μακεδόνας κροτεῖν καὶ βοᾶν φιλῆσαι κελεύοντας, ἄχρι οὗ περιβαλὼν κατεφίλησεν.

[68 ]Ἐνταῦθα τῶν περὶ Νέαρχον ἀναβάντων πρὸς αὐτόν, ἡσθεὶς καὶ διακούσας τὰ περὶ τὸν πλοῦν ὥρμησεν αὐτὸς πλεύσας κατὰ τὸν Εὐφράτην στόλῳ μεγάλῳ, εἶτα περὶ τὴν Ἀραβίαν καὶ τὴν Λιβύην παρακομισθείς, διὰ στηλῶν Ἡρακλείων ἐμβαλεῖν εἰς τὴν ἐντὸς θάλασσαν, καὶ πλοῖα παντοδαπὰ περὶ Θάψακον ἐπήγνυτο, καὶ συνήγοντο ναῦται καὶ κυβερνῆται πανταχόθεν. ἡ δ’ ἄνω στρατεία χαλεπὴ γενομένη, καὶ τὸ περὶ Μαλλοὺς τραῦμα, καὶ ἡ φθορὰ πολλὴ λεχθεῖσα τῆς δυνάμεως ἀπιστίᾳ τῆς σωτηρίας αὐτοῦ τά θ’ ὑπήκοα πρὸς ἀποστάσεις ἐπῆρε, καὶ τοῖς στρατηγοῖς καὶ σατράπαις ἀδικίαν πολλὴν καὶ πλεονεξίαν καὶ ὕβριν ἐνεποίησε, καὶ ὅλως διέδραμε σάλος ἁπάντων καὶ νεωτερισμός. ὅπου καὶ πρὸς Ἀντίπατρον Ὀλυμπιὰς καὶ Κλεοπάτρα στασιάσασαι, διείλοντο τὴν ἀρχήν, Ὀλυμπιὰς μὲν Ἤπειρον, Κλεοπάτρα δὲ Μακεδονίαν παραλαβοῦσα. καὶ τοῦτ’ ἀκούσας Ἀλέξανδρος βέλτιον ἔφη βεβουλεῦσθαι τὴν μητέρα• Μακεδόνας γὰρ οὐκ ἂν ὑπομεῖναι βασιλευομένους ὑπὸ γυναικός. διὰ ταῦτα Νέαρχον μὲν αὖθις ἐπὶ θάλασσαν ἔπεμψεν, ἐμπλῆσαι πολέμων ἅπασαν ἐγνωκὼς τὴν παραλίαν, αὐτὸς δὲ καταβαίνων ἐκόλαζε τοὺς πονηροὺς τῶν στρατηγῶν. τῶν δ’ Ἀβουλίτου παίδων ἕνα μὲν Ὀξυάρτην αὐτὸς ἀπέκτεινε σαρίσῃ διελάσας, Ἀβουλίτου δὲ μηδὲν τῶν ἀναγκαίων παρασκευάσαντος, ἀλλ’ ἢ τρισχίλαι τάλαντα νομίσματος αὐτῷ προσαγαγόντος, ἐκέλευσε τοῖς ἵπποις τὸ ἀργύριον παραβαλεῖν. ὡς δ’ οὐκ ἐγεύοντο, φήσας "τί οὖν ὄφελος ἡμῖν τῆς σῆς παρασκευῆς;" καθεῖρξε τὸν Ἀβουλίτην.

[69 ]Ἐν δὲ Πέρσαις πρῶτον μὲν ἀπέδωκε τὸ νόμισμα ταῖς γυναιξίν, ὥσπερ εἰώθεισαν οἱ βασιλεῖς, ὁσάκις εἰς Πέρσας ἀφίκοιντο, διδόναι χρυσοῦν ἑκάστῃ. καὶ διὰ τοῦτό φασιν ἐνίους μὴ πολλάκις, Ὦχον δὲ μηδ’ ἅπαξ εἰς Πέρσας παραγενέσθαι, διὰ μικρολογίαν ἀποξενώσαντα τῆς πατρίδος ἑαυτόν.

Ἔπειτα τὸν Κύρου τάφον εὑρὼν διορωρυγμένον, ἀπέκτεινε τὸν ἀδικήσαντα, καίτοι Πελλαῖος ἦν οὐ τῶν ἀσημοτάτων ὁ πλημμελήσας, ὄνομα Πουλαμάχος. τὴν δ’ ἐπιγραφὴν ἀναγνούς, ἐκέλευσεν Ἑλληνικοῖς ὑποχαράξαι γράμμασιν. εἶχε δ’ οὕτως• "ὦ ἄνθρωπε, ὅστις εἶ καὶ ὁπόθεν ἥκεις, ὅτι μὲν γὰρ ἥξεις οἶδα, ἐγὼ Κῦρός εἰμι ὁ Πέρσαις κτησάμενος τὴν ἀρχήν. μὴ οὖν τῆς ὀλίγης μοι ταύτης γῆς φθονήσῃς ἣ τοὐμὸν σῶμα περικαλύπτει". ταῦτα μὲν οὖν ἐμπαθῆ σφόδρα τὸν Ἀλέξανδρον ἐποίησεν, ἐν νῷ λαβόντα τῶν πραγμάτων τὴν ἀδηλότητα καὶ μεταβολήν.

Ὁ δὲ Καλανὸς ἐνταῦθα χρόνον οὐ πολὺν ὑπὸ κοιλίας ἐνοχληθείς, ᾐτήσατο πυρὰν αὑτῷ γενέσθαι• καὶ κομισθεὶς ἵππῳ πρὸς αὐτήν, ἐπευξάμενος καὶ κατασπείσας ἑαυτὸν καὶ τῶν τριχῶν ἀπαρξάμενος, ἀναβαίνων ἐδεξιοῦτο τοὺς παρόντας τῶν Μακεδόνων καὶ παρεκάλει τὴν ἡμέραν ἐκείνην ἡδέως γενέσθαι καὶ μεθυσθῆναι μετὰ τοῦ βασιλέως, αὐτὸν δ’ ἐκεῖνον ἔφη μετ’ ὀλίγον χρόνον ἐν Βαβυλῶνι ὄψεσθαι. ταῦτα δ’ εἰπών, κατακλιθεὶς καὶ συγκαλυψάμενος, οὐκ ἐκινήθη τοῦ πυρὸς πλησιάζοντος, ἀλλ’ ἐν ᾧ κατεκλίθη σχήματι, τοῦτο διατηρῶν, ἐκαλλιέρησεν ἑαυτὸν τῷ πατρίῳ νόμῳ τῶν ἐκεῖ σοφιστῶν. τοῦτο πολλοῖς ἔτεσιν ὕστερον ἄλλος Ἰνδὸς ἐν Ἀθήναις Καίσαρι συνὼν ἐποίησε, καὶ δείκνυται μέχρι νῦν τὸ μνημεῖον, Ἰνδοῦ προσαγορευόμενον.

[70 ]Ὁ δ’ Ἀλέξανδρος ἀπὸ τῆς πυρᾶς γενόμενος, καὶ συναγαγὼν πολλοὺς τῶν φίλων καὶ τῶν ἡγεμόνων ἐπὶ δεῖπνον, ἀγῶνα προὔθηκε καὶ στέφανον ἀκρατοποσίας. ὁ μὲν οὖν πλεῖστον πιὼν Πρόμαχος ἄχρι χοῶν τεσσάρων προῆλθε• καὶ λαβὼν τὸ νικητήριον, στέφανον ταλαντιαῖον, ἡμέρας τρεῖς ἐπέζησε• τῶν δ’ ἄλλων, ὡς Χάρης φησί, τετταράκοντα καὶ εἷς ἀπέθανον πιόντες, ἰσχυροῦ τῇ μέθῃ κρύους ἐπιγενομένου.

Τῶν δ’ ἑταίρων γάμον ἐν Σούσοις ἐπιτελῶν, καὶ λαμβάνων μὲν αὐτὸς γυναῖκα τὴν Δαρείου θυγατέρα Στάτειραν, διανέμων δὲ τὰς ἀρίστας τοῖς ἀρίστοις, κοινὸν δὲ τῶν ἤδη προγεγαμηκότων Μακεδόνων γάμον {καλὸν} ἑστιάσας, ἐν ᾧ φασιν, ἐνακισχιλίων τῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ὄντων, ἑκάστῳ χρυσῆν φιάλην πρὸς τὰς σπονδὰς δοθῆναι, τά τ’ ἄλλα θαυμαστῶς ἐλαμπρύνατο, καὶ τὰ χρέα τοῖς δανείσασιν ὑπὲρ τῶν ὀφειλόντων αὐτὸς διαλύσας, τοῦ παντὸς ἀναλώματος ἐλάσσονος μυρίων ταλάντων ἑκατὸν τριάκοντα ταλάντοις γενομένου. ἐπεὶ δ’ Ἀντιγένης ὁ ἑτερόφθαλμος ὡς ὀφείλων ἀπεγράψατο ψευδῶς, καὶ παραγαγών τινα φάσκοντα δεδανεικέναι πρὸς τὴν τράπεζαν ἀπέτεισε τὸ ἀργύριον, εἶτ’ ἐφωράθη ψευδόμενος, ὀργισθεὶς ὁ βασιλεὺς ἀπήλασε τῆς αὐλῆς αὐτὸν καὶ παρείλετο τὴν ἡγεμονίαν. ἦν δὲ λαμπρὸς ἐν τοῖς πολεμικοῖς ὁ Ἀντιγένης, καὶ ἔτι {δὲ} νέος ὤν, Φιλίππου πολιορκοῦντος Πέρινθον, ἐμπεσόντος αὐτῷ καταπελτικοῦ βέλους εἰς τὸν ὀφθαλμόν, οὐ παρέσχε βουλομένοις ἐξελεῖν τὸ βέλος οὐδ’ ὑφήκατο πρὶν ὤσασθαι προσμαχόμενος καὶ κατακλεῖσαι τοὺς πολεμίους εἰς τὸ τεῖχος. οὐ μετρίως οὖν τότε τὴν ἀτιμίαν ἔφερεν, ἀλλὰ δῆλος ἦν ἑαυτὸν ὑπὸ λύπης καὶ βαρυθυμίας διαχρησόμενος, καὶ τοῦτο δείσας ὁ βασιλεὺς ἀνῆκε τὴν ὀργὴν καὶ τὰ χρήματ’ ἔχειν ἐκέλευσεν αὐτόν.

[71 ]Τῶν δὲ παίδων τῶν τρισμυρίων, οὓς ἀσκουμένους καὶ μανθάνοντας ἀπέλιπε, τοῖς τε σώμασιν ἀνδρείων φανέντων καὶ τοῖς εἴδεσιν εὐπρεπῶν, ἔτι δὲ καὶ ταῖς μελέταις εὐχέρειαν καὶ κουφότητα θαυμαστὴν ἐπιδειξαμένων, αὐτὸς μὲν ἥσθη, τοῖς δὲ Μακεδόσι δυσθυμία παρέστη καὶ δέος, ὡς ἧττον αὐτοῖς τοῦ βασιλέως προσέξοντος. διὸ καὶ τοὺς ἀσθενεῖς καὶ πεπηρωμένους αὐτοῦ καταπέμποντος ἐπὶ θάλατταν, ὕβριν ἔφασαν εἶναι καὶ προπηλακισμόν, ἀνθρώποις ἀποχρησάμενον εἰς ἅπαντα, νῦν ἀποτίθεσθαι σὺν αἰσχύνῃ καὶ προσρίπτειν ταῖς πατρίσι καὶ τοῖς γονεῦσιν, οὐ τοιούτους παραλαβόντα. πάντας οὖν ἐκέλευον ἀφιέναι καὶ πάντας ἀχρήστους νομίζειν Μακεδόνας, ἔχοντα τοὺς νέους τούτους πυρριχιστάς, σὺν οἷς ἐπιὼν κατακτήσεται τὴν οἰκουμένην. πρὸς ταῦτα χαλεπῶς ὁ Ἀλέξανδρος ἔσχε, καὶ πολλὰ μὲν ἐλοιδόρησεν αὐτοὺς πρὸς ὀργήν, ἀπελάσας δὲ τὰς φυλακὰς παρέδωκε Πέρσαις, καὶ κατέστησεν ἐκ τούτων δορυφόρους καὶ ῥαβδοφόρους, ὑφ’ ὧν ὁρῶντες αὐτὸν παραπεμπόμενον, αὑτοὺς δ’ ἀπειργομένους καὶ προπηλακιζομένους, ἐταπεινοῦντο, καὶ διδόντες λόγον εὕρισκον αὑτοὺς ὀλίγου δεῖν μανέντας ὑπὸ ζηλοτυπίας καὶ ὀργῆς. τέλος δὲ συμφρονήσαντες ἐβάδιζον ἄνοπλοι καὶ μονοχίτωνες ἐπὶ τὴν σκηνήν, μετὰ βοῆς καὶ κλαυθμοῦ παραδιδόντες ἑαυτούς, καὶ χρήσασθαι κελεύοντες ὡς κακοῖς καὶ ἀχαρίστοις. ὁ δ’ οὐ προσίετο, καίπερ ἤδη μαλασσόμενος• οἱ δ’ οὐκ ἀπέστησαν, ἀλλ’ ἡμέρας δύο καὶ νύκτας οὕτω προσεστῶτες καὶ ὀλοφυρόμενοι καὶ κοίρανον ἀνακαλοῦντες ἐκαρτέρησαν. τῇ δὲ τρίτῃ προελθὼν καὶ θεασάμενος οἰκτροὺς καὶ τεταπεινωμένους, ἐδάκρυε πολὺν χρόνον• εἶτα μεμψάμενος μέτρια καὶ προσαγορεύσας φιλανθρώπως, ἀπέλυσε τοὺς ἀχρήστους, δωρησάμενος μεγαλοπρεπῶς καὶ γράψας πρὸς Ἀντίπατρον, ὅπως ἐν πᾶσι τοῖς ἀγῶσι καὶ τοῖς θεάτροις προεδρίαν ἔχοντες ἐστεφανωμένοι καθέζοιντο. τῶν δὲ τεθνηκότων τοὺς παῖδας ὀρφανοὺς ὄντας ἐμμίσθους ἐποίησεν.

[72 ]Ὡς δ’ ἧκεν εἰς Ἐκβάτανα τῆς Μηδίας καὶ διῴκησε τὰ κατεπείγοντα, πάλιν ἦν ἐν θεάτροις καὶ πανηγύρεσιν, ἅτε δὴ τρισχιλίων αὐτῷ τεχνιτῶν ἀπὸ τῆς Ἑλλάδος ἀφιγμένων. ἔτυχε δὲ περὶ τὰς ἡμέρας ἐκείνας Ἡφαιστίων πυρέσσων• οἷα δὲ νέος καὶ στρατιωτικὸς οὐ φέρων ἀκριβῆ δίαιταν, ἀλλ’ ἅμα τῷ τὸν ἰατρὸν Γλαῦκον ἀπελθεῖν εἰς τὸ θέατρον περὶ ἄριστον γενόμενος καὶ καταφαγὼν ἀλεκτρυόνα ἑφθὸν καὶ ψυκτῆρα μέγαν ἐκπιὼν οἴνου, κακῶς ἔσχε καὶ μικρὸν διαλιπὼν ἀπέθανε. τοῦτ’ οὐδενὶ λογισμῷ τὸ πάθος Ἀλέξανδρος ἤνεγκεν, ἀλλ’ εὐθὺς μὲν ἵππους τε κεῖραι πάντας ἐπὶ πένθει καὶ ἡμιόνους ἐκέλευσε, καὶ τῶν πέριξ πόλεων ἀφεῖλε τὰς ἐπάλξεις, τὸν δ’ ἄθλιον ἰατρὸν ἀνεσταύρωσεν, αὐλοὺς δὲ κατέπαυσε καὶ μουσικὴν πᾶσαν ἐν τῷ στρατοπέδῳ πολὺν χρόνον, ἕως ἐξ Ἄμμωνος ἦλθε μαντεία, τιμᾶν Ἡφαιστίωνα καὶ θύειν ὡς ἥρωϊ παρακελεύουσα. τοῦ δὲ πένθους παρηγορίᾳ τῷ πολέμῳ χρώμενος, ὥσπερ ἐπὶ θήραν καὶ κυνηγέσιον ἀνθρώπων ἐξῆλθε καὶ τὸ Κοσσαίων ἔθνος κατεστρέφετο, πάντας ἡβηδὸν ἀποσφάττων. τοῦτο δ’ Ἡφαιστίωνος ἐναγισμὸς ἐκαλεῖτο. τύμβον δὲ καὶ ταφὴν αὐτοῦ καὶ τὸν περὶ ταῦτα κόσμον ἀπὸ μυρίων ταλάντων ἐπιτελέσαι διανοούμενος, ὑπερβαλέσθαι δὲ τῷ φιλοτέχνῳ καὶ περιττῷ τῆς κατασκευῆς τὴν δαπάνην, ἐπόθησε μάλιστα τῶν τεχνιτῶν Στασικράτην, μεγαλουργίαν τινὰ καὶ τόλμαν καὶ κόμπον ἐν ταῖς καινοτομίαις ἐπαγγελλόμενον. οὗτος γὰρ αὐτῷ πρότερον ἐντυχὼν ἔφη τῶν ὀρῶν μάλιστα τὸν Θρᾴκιον Ἄθων διατύπωσιν ἀνδρείκελον δέχεσθαι καὶ διαμόρφωσιν• ἂν οὖν κελεύῃ, μονιμώτατον ἀγαλμάτων αὐτῷ καὶ περιφανέστατον ἐξεργάσεσθαι τὸν Ἄθων, τῇ μὲν ἀριστερᾷ χειρὶ περιλαμβάνοντα μυρίανδρον πόλιν οἰκουμένην, τῇ δὲ δεξιᾷ σπένδοντα ποταμοῦ ῥεῦμα δαψιλὲς εἰς τὴν θάλασσαν ἀπορρέοντος. ταῦτα μὲν οὖν παρῃτήσατο, πολλῷ δ’ ἀτοπώτερα καὶ δαπανηρότερα τούτων σοφιζόμενος τότε καὶ συμμηχανώμενος τοῖς τεχνίταις διέτριβεν.

[73 ]Εἰς δὲ Βαβυλῶνα προάγοντος αὐτοῦ, Νέαρχος (ἀφίκετο γὰρ αὖθις εἰσπλεύσας εἰς τὸν Εὐφράτην ἐκ τῆς μεγάλης θαλάσσης) ἔφη τινὰς ἐντυχεῖν αὐτῷ Χαλδαίους, παραινοῦντας ἀπέχεσθαι Βαβυλῶνος τὸν Ἀλέξανδρον. ὁ δ’ οὐκ ἐφρόντισεν, ἀλλ’ ἐπορεύετο, καὶ πρὸς τοῖς τείχεσι γενόμενος, ὁρᾷ κόρακας πολλοὺς διαφερομένους καὶ τύπτοντας ἀλλήλους, ὧν ἔνιοι κατέπεσον παρ’ αὐτόν. ἔπειτα μηνύσεως γενομένης κατ’ Ἀπολλοδώρου τοῦ στρατηγοῦ τῆς Βαβυλῶνος, ὡς εἴη περὶ αὐτοῦ τεθυμένος, ἐκάλει Πυθαγόραν τὸν μάντιν. οὐκ ἀρνουμένου δὲ τὴν πρᾶξιν, ἠρώτησε τῶν ἱερῶν τὸν τρόπον• φήσαντος δ’ ὅτι τὸ ἧπαρ ἦν ἄλοβον, "παπαὶ" εἶπεν, "ἰσχυρὸν τὸ σημεῖον". καὶ τὸν Πυθαγόραν οὐδὲν ἠδίκησεν, ἤχθετο δὲ μὴ πεισθεὶς τῷ Νεάρχῳ, καὶ τὰ πολλὰ τῆς Βαβυλῶνος ἔξω κατασκηνῶν καὶ περιπλέων τὸν Εὐφράτην διέτριβεν. ἠνώχλει δ’ αὐτὸν καὶ ἄλλα σημεῖα πολλά. καὶ γὰρ λέοντα τῶν τρεφομένων μέγιστον καὶ κάλλιστον ἥμερος ὄνος ἐπελθὼν καὶ λακτίσας ἀνεῖλεν. ἀποδυσαμένου δ’ αὐτοῦ πρὸς ἄλειμμα καὶ σφαῖραν {αὐτοῦ} παίζοντος, τῶν νεανίσκων οἱ συσφαιρίζοντες, ὡς ἔδει πάλιν λαβεῖν τὰ ἱμάτια, καθορῶσιν ἄνθρωπον ἐν τῷ θρόνῳ καθεζόμενον σιωπῇ, τὸ διάδημα καὶ τὴν στολὴν τὴν βασιλικὴν περικείμενον. οὗτος ἀνακρινόμενος ὅστις εἴη, πολὺν χρόνον ἄναυδος ἦν• μόλις δὲ συμφρονήσας, Διονύσιος μὲν ἔφη καλεῖσθαι, Μεσσήνιος δ’ εἶναι τὸ γένος, ἐκ δέ τινος αἰτίας καὶ κατηγορίας ἐνταῦθα κομισθεὶς ἀπὸ θαλάσσης, πολὺν γεγονέναι χρόνον ἐν δεσμοῖς• ἄρτι δ’ αὐτῷ τὸν Σάραπιν ἐπιστάντα τοὺς δεσμοὺς ἀνεῖναι καὶ προαγαγεῖν δεῦρο, καὶ κελεῦσαι λαβόντα τὴν στολὴν καὶ τὸ διάδημα καθίσαι καὶ σιωπᾶν.

[74 ]Ταῦτ’ ἀκούσας ὁ Ἀλέξανδρος, τὸν μὲν ἄνθρωπον, ὥσπερ ἐκέλευον οἱ μάντεις, ἠφάνισεν• αὐτὸς δ’ ἠθύμει καὶ δύσελπις ἦν πρὸς τὸ θεῖον ἤδη καὶ πρὸς τοὺς φίλους ὕποπτος.

Μάλιστα δ’ Ἀντίπατρον ἐφοβεῖτο καὶ τοὺς παῖδας, ὧν Ἰόλας μὲν ἀρχιοινοχόος ἦν, ὁ δὲ Κάσανδρος ἀφῖκτο μὲν νεωστί, θεασάμενος δὲ βαρβάρους τινὰς προσκυνοῦντας, ἅτε δὴ τεθραμμένος Ἑλληνικῶς καὶ τοιοῦτο πρότερον μηδὲν ἑωρακώς, ἐγέλασε προπετέστερον. ὁ δ’ Ἀλέξανδρος ὠργίσθη, καὶ δραξάμενος αὐτοῦ τῶν τριχῶν σφόδρα ταῖς χερσὶν ἀμφοτέραις, ἔπαισε τὴν κεφαλὴν πρὸς τὸν τοῖχον. αὖθις δὲ πρὸς τοὺς κατηγοροῦντας Ἀντιπάτρου λέγειν τι βουλόμενον τὸν Κάσανδρον ἐκκρούων, "τί λέγεις;" ἔφη• "τοσαύτην ὁδὸν ἀνθρώπους μηδὲν ἀδικουμένους, ἀλλὰ συκοφαντοῦντας ἐλθεῖν;" φήσαντος δὲ τοῦ Κασάνδρου τοῦτ’ αὐτὸ σημεῖον εἶναι τοῦ συκοφαντεῖν, ὅτι μακρὰν ἥκουσι τῶν ἐλέγχων, ἀναγελάσας ὁ Ἀλέξανδρος "ταῦτ’ ἐκεῖνα" ἔφη "σοφίσματα τῶν Ἀριστοτέλους εἰς ἑκάτερον τὸν λόγον, οἰμωξομένων, ἂν καὶ μικρὸν ἀδικοῦντες τοὺς ἀνθρώπους φανῆτε". τὸ δ’ ὅλον οὕτω φασὶ δεινὸν ἐνδῦναι καὶ δευσοποιὸν ἐγγενέσθαι τῇ ψυχῇ τοῦ Κασάνδρου τὸ δέος, ὥσθ’ ὕστερον χρόνοις πολλοῖς, ἤδη Μακεδόνων βασιλεύοντα καὶ κρατοῦντα τῆς Ἑλλάδος, ἐν Δελφοῖς περιπατοῦντα καὶ θεώμενον τοὺς ἀνδριάντας, εἰκόνος Ἀλεξάνδρου φανείσης ἄφνω πληγέντα φρῖξαι καὶ κραδανθῆναι τὸ σῶμα, καὶ μόλις ἀναλαβεῖν ἑαυτόν, ἰλιγγιάσαντα πρὸς τὴν ὄψιν.

[75 ]Ὁ δ’ οὖν Ἀλέξανδρος ὡς ἐνέδωκε τότε πρὸς τὰ θεῖα, ταραχώδης γενόμενος καὶ περίφοβος τὴν διάνοιαν, οὐδὲν ἦν μικρὸν οὕτως τῶν ἀήθων καὶ ἀτόπων, ὃ μὴ τέρας ἐποιεῖτο καὶ σημεῖον, ἀλλὰ θυομένων καὶ καθαιρόντων καὶ μαντευόντων μεστὸν ἦν τὸ βασίλειον καὶ ἀναπληρούντων ἀβελτερίας καὶ φόβου τὸν Ἀλέξανδρον. οὕτως ἄρα δεινὸν μὲν ἡ ἀπιστία πρὸς τὰ θεῖα καὶ περιφρόνησις αὐτῶν, δεινὴ δ’ αὖθις ἡ δεισιδαιμονία, δίκην ὕδατος ἀεὶ πρὸς τὸ ταπεινούμενον {καὶ ἀναπληροῦν ἀβελτερίας καὶ φόβου τὸν Ἀλέξανδρον} γενόμενον.

Οὐ μὴν ἀλλὰ καὶ χρησμῶν γε τῶν περὶ Ἡφαιστίωνος ἐκ θεοῦ κομισθέντων, ἀποθέμενος τὸ πένθος αὖθις ἦν ἐν θυσίαις καὶ πότοις. ἑστιάσας δὲ λαμπρῶς τοὺς περὶ Νέαρχον, εἶτα λουσάμενος ὥσπερ εἰώθει μέλλων καθεύδειν, Μηδίου δεηθέντος ᾤχετο κωμασόμενος πρὸς αὐτόν• κἀκεῖ πιὼν ὅλην τὴν νύκτα καὶ τὴν ἐπιοῦσαν ἡμέραν, ἤρξατο πυρέττειν, οὔτε σκύφον Ἡρακλέους ἐκπιὼν οὔτ’ ἄφνω διαλγὴς γενόμενος τὸ μετάφρενον ὥσπερ λόγχῃ πεπληγώς, ἀλλὰ ταῦτά τινες ᾤοντο δεῖν γράφειν, ὥσπερ δράματος μεγάλου τραγικὸν ἐξόδιον καὶ περιπαθὲς πλάσαντες. Ἀριστόβουλος δέ φησιν αὐτὸν πυρέττοντα νεανικῶς, διψήσαντα δὲ σφόδρα, πιεῖν οἶνον• ἐκ τούτου δὲ φρενιτιᾶσαι καὶ τελευτῆσαι τριακάδι Δαισίου μηνός.

[76 ]Ἐν δὲ ταῖς ἐφημερίσιν οὕτως γέγραπται τὰ περὶ τὴν νόσον. ὀγδόῃ ἐπὶ δεκάτῃ Δαισίου μηνὸς ἐκάθευδεν ἐν τῷ λουτρῶνι διὰ τὸ πυρέξαι. τῇ δ’ ἑξῆς λουσάμενος εἰς τὸν θάλαμον μετῆλθε, καὶ διημέρευε πρὸς Μήδιον κυβεύων. εἶτ’ ὀψὲ λουσάμενος, καὶ τὰ ἱερὰ τοῖς θεοῖς ἐπιθείς, ἐμφαγὼν διὰ νυκτὸς ἐπύρεξε. τῇ εἰκάδι λουσάμενος πάλιν ἔθυσε τὴν εἰθισμένην θυσίαν, καὶ κατακείμενος ἐν τῷ λουτρῶνι τοῖς περὶ Νέαρχον ἐσχόλαζεν, ἀκροώμενος τὰ περὶ τὸν πλοῦν καὶ τὴν μεγάλην θάλατταν. τῇ δεκάτῃ φθίνοντος ταὐτὰ ποιήσας, μᾶλλον ἀνεφλέχθη, καὶ τὴν νύκτα βαρέως ἔσχε, καὶ τὴν ἐπιοῦσαν ἡμέραν ἐπύρεττε σφόδρα. καὶ μεταρθεὶς κατέκειτο παρὰ τὴν μεγάλην κολυμβήθραν, ὅτε δὴ τοῖς ἡγεμόσι διελέχθη περὶ τῶν ἐρήμων ἡγεμονίας τάξεων, ὅπως καταστήσωσι δοκιμάσαντες. ἑβδόμῃ σφόδρα πυρέττων, ἔθυσεν ἐξαρθεὶς πρὸς τὰ ἱερά• τῶν δ’ ἡγεμόνων ἐκέλευε τοὺς μεγίστους διατρίβειν ἐν τῇ αὐλῇ, ταξιάρχους δὲ καὶ πεντακοσιάρχους ἔξω νυκτερεύειν. εἰς δὲ τὰ πέραν βασίλεια διακομισθείς, τῇ ἕκτῃ μικρὸν ὕπνωσεν, ὁ δὲ πυρετὸς οὐκ ἀνῆκεν• ἐπελθόντων δὲ τῶν ἡγεμόνων ἦν ἄφωνος, ὁμοίως δὲ καὶ τὴν πέμπτην. διὸ καὶ τοῖς Μακεδόσιν ἔδοξε τεθνάναι, καὶ κατεβόων ἐλθόντες ἐπὶ τὰς θύρας, καὶ διηπειλοῦντο τοῖς ἑταίροις, ἕως ἐβιάσαντο, καὶ τῶν θυρῶν αὐτοῖς ἀνοιχθεισῶν, ἐν τοῖς χιτῶσι καθ’ ἕνα πάντες παρὰ τὴν κλίνην παρεξῆλθον. ταύτης δὲ τῆς ἡμέρας οἱ περὶ Πύθωνα καὶ Σέλευκον εἰς τὸ Σεραπεῖον ἀποσταλέντες, ἠρώτων εἰ κομίσωσιν ἐκεῖ τὸν Ἀλέξανδρον, ὁ δὲ θεὸς κατὰ χώραν ἐᾶν ἀνεῖλε. τῇ δὲ τρίτῃ φθίνοντος πρὸς δείλην ἀπέθανε.

[77 ]Τούτων τὰ πλεῖστα κατὰ λέξιν ἐν ταῖς ἐφημερίσιν οὕτως γέγραπται.

Φαρμακείας δ’ ὑποψίαν παραυτίκα μὲν οὐδεὶς ἔσχεν, ἕκτῳ δ’ ἔτει φασὶ μηνύσεως γενομένης τὴν Ὀλυμπιάδα πολλοὺς μὲν ἀνελεῖν, ἐκρῖψαι δὲ τὰ λείψανα τοῦ Ἰόλα τεθνηκότος, ὡς τούτου τὸ φάρμακον ἐγχέαντος. οἱ δ’ Ἀριστοτέλην φάσκοντες Ἀντιπάτρῳ σύμβουλον γεγενῆσθαι τῆς πράξεως καὶ ὅλως δι’ ἐκείνου κομισθῆναι τὸ φάρμακον Ἁγνόθεμίν τινα διηγεῖσθαι λέγουσιν ὡς Ἀντιγόνου τοῦ βασιλέως ἀκούσαντα• τὸ δὲ φάρμακον ὕδωρ εἶναι ψυχρὸν καὶ παγετῶδες, ἀπὸ πέτρας τινὸς ἐν Νωνάκριδι † οὔσης ἣν ὥσπερ δρόσον λεπτὴν ἀναλαμβάνοντες εἰς ὄνου χηλὴν ἀποτίθενται• τῶν γὰρ ἄλλων οὐδὲν ἀγγείων στέγειν, ἀλλὰ διακόπτειν ὑπὸ ψυχρότητος καὶ δριμύτητος. οἱ δὲ πλεῖστοι τὸν λόγον ὅλως οἴονται πεπλάσθαι τὸν περὶ τῆς φαρμακείας, καὶ τεκμήριον αὐτοῖς ἐστιν οὐ μικρόν, ὅτι τῶν ἡγεμόνων στασιασάντων ἐφ’ ἡμέρας πολλὰς ἀθεράπευτον τὸ σῶμα κείμενον ἐν τόποις θερμοῖς καὶ πνιγώδεσιν οὐδὲν ἔσχε τοιαύτης φθορᾶς σημεῖον, ἀλλ’ ἔμεινε καθαρὸν καὶ πρόσφατον.

Ἡ δὲ Ῥωξάνη κύουσα μὲν ἐτύγχανε καὶ διὰ τοῦτο τιμωμένη παρὰ τοῖς Μακεδόσι• δυσζήλως δ’ ἔχουσα πρὸς τὴν Στάτειραν, ἐξηπάτησεν αὐτὴν ἐπιστολῇ τινι πεπλασμένῃ παραγενέσθαι, καὶ προσαγαγοῦσα μετὰ τῆς ἀδελφῆς ἀπέκτεινε καὶ τοὺς νεκροὺς εἰς τὸ φρέαρ κατέβαλε καὶ συνέχωσεν, εἰδότος ταῦτα Περδίκκου καὶ συμπράττοντος. ἦν γὰρ ἐκεῖνος εὐθὺς ἐν δυνάμει μεγίστῃ, τὸν Ἀρριδαῖον ὥσπερ δορυφόρημα τῆς βασιλείας ἐφελκόμενος, γεγονότα μὲν ἐκ γυναικὸς ἀδόξου καὶ κοινῆς Φιλίννης, ἀτελῆ δὲ τὸ φρονεῖν ὄντα διὰ σώματος νόσον, οὐ μὴν φύσει προσπεσοῦσαν οὐδ’ αὐτομάτως, ἀλλὰ καὶ πάνυ φασὶ παιδὸς ὄντος αὐτοῦ διαφαίνεσθαι χάριεν ἦθος καὶ οὐκ ἀγεννές, εἶτα μέντοι φαρμάκοις ὑπ’ Ὀλυμπιάδος κακωθέντα διαφθαρῆναι τὴν διάνοιαν.
__________________
όταν γράφεται η ιστορία της ζωής σου,
μην αφήνεις κανέναν να κρατάει την πένα
Απάντηση με παράθεση