Εμφάνιση ενός μόνο μηνύματος
  #3  
Παλιά 26-09-07, 17:10
Το avatar του χρήστη Xenios
Xenios Ο χρήστης Xenios δεν είναι συνδεδεμένος
Administrator
 

Τελευταία φορά Online: 12-11-16 10:12
Φύλο: Άντρας
500-750

Ἐτεοκλής
πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ᾽ ἀγχίπτολις,
πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν,
εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον•
Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,
ἀνὴρ κατ᾽ ἄνδρα τοῦτον ᾑρέθη, θέλων 505
ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,
οὔτ᾽ εἶδος οὔτε θυμὸν οὐδ᾽ ὅπλων σχέσιν
μωμητός, Ἑρμῆς δ᾽ εὐλόγως ξυνήγαγεν.
ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,
ξυνοίσετον δὲ πολεμίους ἐπ᾽ ἀσπίδων 510
θεούς• ὁ μὲν γὰρ πύρπνοον Τυφῶν᾽ ἔχει,
Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ᾽ ἀσπίδος
σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων•
κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.
τοιάδε μέντοι προσφίλεια δαιμόνων• 515
πρὸς τῶν κρατούντων δ᾽ ἐσμέν, οἱ δ᾽ ἡσσωμένων,
εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ•
εἰκὸς δὲ πράξειν ἄνδρας ὧδ᾽ ἀντιστάτας, 519
Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος 518
σωτὴρ γένοιτ᾽ ἂν Ζεὺς ἐπ᾽ ἀσπίδος τυχών. 520

Χορός
πέποιθα <δὴ> τὸν Διὸς ἀντίτυπον ἔχοντ᾽
ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας
δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ
δαροβίοισι θεοῖσιν,
πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν. 525

Ἄγγελος
οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,
πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,
τύμβον κατ᾽ αὐτὸν Διογενοῦς Ἀμφίονος•
ὄμνυσι δ᾽ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ
σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον, 530
ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ
Διός• τόδ᾽ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου
βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ•
στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηίδων,
ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ. 535
ὁ δ᾽ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,
φρόνημα, γοργὸν δ᾽ ὄμμ᾽ ἔχων, προσίσταται.
οὐ μὴν ἀκόμπαστός γ᾽ ἐφίσταται πύλαις•
τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ
σάκει, κυκλωτῷ σώματος προβλήματι, 540
Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην
γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,
φέρει δ᾽ ὑφ᾽ αὑτῇ φῶτα Καδμείων ἕνα,
ὡς πλεῖστ᾽ ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἰάπτεσθαι βέλη.
ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην, 545
μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖν πόρον,
Παρθενοπαῖος Ἀρκάς• ὁ δὲ τοιόσδ᾽ ἀνὴρ
μέτοικος, Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς,
πύργοις ἀπειλεῖ τοῖσδ᾽ ἃ μὴ κραίνοι θεός.

Ἐτεοκλής
εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν, 550
αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν•
ἦ τἂν πανώλεις παγκάκως τ᾽ ὀλοίατο.
ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα,
ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον,
Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου• 555
ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,
οὐδ᾽ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους
εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος•
ἣ ᾽ξωθεν εἴσω τῷ φέροντι μέμψεται, 560
πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν.
θεῶν θελόντων τἂν ἀληθεύσαιμ᾽ ἐγώ.

Χορός
ἱκνεῖται λόγος διὰ στηθέων,
τριχὸς δ᾽ ὀρθίας πλόκαμος ἵσταται,
μεγάλα μεγαληγόρων κλυούσᾳ 565
ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ
θεοὶ τοῦδ᾽ ὀλέσειαν ἐν γᾷ.

Ἄγγελος
ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον,
ἀλκήν τ᾽ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν•
Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος 570
κακοῖσι βάζει πολλὰ Τυδέως βίαν•
τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,
μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,
Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,
κακῶν τ᾽ Ἀδράστῳ τῶνδε βουλευτήριον. 575
καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον,
ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν,
δίς τ᾽ ἐν τελευτῇ τοὔνομ᾽ ἐνδατούμενος,
καλεῖ. λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα•
"ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές, 580
καλόν τ᾽ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,
πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα;
μητρός τε πηγὴν τίς κατασβέσει δίκη;
πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ 585
ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;
ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,
μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.
μαχώμεθ᾽, οὐκ ἄτιμον ἐλπίζω μόρον."
τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὐκήλως ἔχων 590
πάγχαλκον ηὔδα• σῆμα δ᾽ οὐκ ἐπῆν κύκλῳ.
οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ᾽ εἶναι θέλει,
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.
τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας 595
πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.

Ἐτεοκλής
φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς
δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις.
ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς
κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος• 600
ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.
ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ
ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ
ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,
ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν 605
ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,
ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος,
πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ᾽δάμη.
οὕτως δ᾽ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,
σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ, 610
μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς
θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,
τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,
Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.
δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις 615
οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ,
ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,
εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου•
φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.
ὅμως δ᾽ ἐπ᾽ αὐτῷ φῶτα, Λασθένους βίαν, 620
ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,
γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φύει,
ποδῶκες ὄμμα, χεῖρα δ᾽ οὐ βραδύνεται
παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.
θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς. 625

Χορός
κλύοντες θεοὶ δικαίας λιτὰς
ἁμετέρας τελεῖθ᾽, ὡς πόλις εὐτυχῇ,
δορίπονα κάκ᾽ ἐκτρέποντες <ἐς> γᾶς
ἐπιμόλους• πύργων δ᾽ ἔκτοθεν
βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ. 630

Ἄγγελος
τὸν ἕβδομον δὴ τόνδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις
λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει
οἵας ἀρᾶται καὶ κατεύχεται τύχας•
πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,
ἁλώσιμον παιᾶν᾽ ἐπεξιακχάσας, 635
σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,
ἢ ζῶντ᾽ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην
φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.
τοιαῦτ᾽ ἀυτεῖ καὶ θεοὺς γενεθλίους
καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν 640
τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.
ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος
διπλοῦν τε σῆμα προσμεμηχανημένον.
χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν
ἄγει γυνή τις σωφρόνως ἡγουμένη. 645
Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα
λέγει "κατάξω δ᾽ ἄνδρα τόνδε καὶ πόλιν
ἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς."
τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα.
[σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ•] 650
ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων
μέμψῃ, σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.

Ἐτεοκλής
ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,
ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος• 655
ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.
ἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει,
μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.
ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,
τάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅποι τελεῖ,
εἴ νιν κατάξει χρυσότευκτα γράμματα 660
ἐπ᾽ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.
εἰ δ᾽ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν
ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ᾽ ἂν τόδ᾽ ἦν•
ἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον,
οὔτ᾽ ἐν τροφαῖσιν, οὔτ᾽ ἐφηβήσαντά πω, 665
οὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος,
Δίκη προσεῖδε καὶ κατηξιώσατο•
οὐδ᾽ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ
οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.
ἦ δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος 670
Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.
τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
αὐτός• τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
ἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτῳ κάσις,
ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ᾽ ὡς τάχος 675
κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα.

Χορός
μή, φίλτατ᾽ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ
ὀργὴν ὁμοῖος τῷ κάκιστ᾽ αὐδωμένῳ•
ἀλλ᾽ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις
ἐς χεῖρας ἐλθεῖν• αἷμα γὰρ καθάρσιον. 680
ἀνδροῖν δ᾽ ὁμαίμοιν θάνατος ὧδ᾽ αὐτοκτόνος,
οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.

Ἐτεοκλής
εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ
ἔστω• μόνον γὰρ κέρδος ἐν τεθνηκόσι•
κακῶν δὲ κᾀσχρῶν οὔτιν᾽ εὐκλείαν ἐρεῖς. 685

Χορός
τί μέμονας, τέκνον; μή τί σε θυμοπλη-
θὴς δορίμαργος ἄτα φερέτω• κακοῦ δ᾽
ἔκβαλ᾽ ἔρωτος ἀρχάν.

Ἐτεοκλής
ἐπεὶ τὸ πρᾶγμα κάρτ᾽ ἐπισπέρχει θεός,
ἴτω κατ᾽ οὖρον κῦμα Κωκυτοῦ λαχὸν 690
Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.

Χορός
ὠμοδακής σ᾽ ἄγαν ἵμερος ἐξοτρύ-
νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν
αἵματος οὐ θεμιστοῦ.

Ἐτεοκλής
φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαιν᾽ ἀρὰ 695
ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει,
λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.

Χορός
ἀλλὰ σὺ μὴ ᾽ποτρύνου• κακὸς οὐ κεκλή-
σῃ βίον εὖ κυρήσας• μελάναιγις [δ᾽•] οὐκ
εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν 700
θεοὶ θυσίαν δέχωνται;

Ἐτεοκλής
θεοῖς μὲν ἤδη πως παρημελήμεθα,
χάρις δ᾽ ἀφ᾽ ἡμῶν ὀλομένων θαυμάζεται•
τί οὖν ἔτ᾽ ἂν σαίνοιμεν ὀλέθριον μόρον;

Χορός
νῦν ὅτε σοι παρέστακεν• ἐπεὶ δαίμων 705
λήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλ-
λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳ
πνεύματι• νῦν δ᾽ ἔτι ζεῖ.

Ἐτεοκλής
ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα•
ἄγαν δ᾽ ἀληθεῖς ἐνυπνίων φαντασμάτων 710
ὄψεις, πατρῴων χρημάτων δατήριοι.

Χορός
πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως.

Ἐτεοκλής
λέγοιτ᾽ ἂν ὧν ἄνη τις• οὐδὲ χρὴ μακράν.

Χορός
μὴ ᾽λθῃς ὁδοὺς σὺ τάσδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις.

Ἐτεοκλής
τεθηγμένον τοί μ᾽ οὐκ ἀπαμβλυνεῖς λόγῳ. 715

Χορός
νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.

Ἐτεοκλής
οὐκ ἄνδρ᾽ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.

Χορός
ἀλλ᾽ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;

Ἐτεοκλής
θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.

Χορός
πέφρικα τὰν ὠλεσίοικον 720
θεόν, οὐ θεοῖς ὁμοίαν,
παναλαθῆ κακόμαντιν
πατρὸς εὐκταίαν Ἐρινὺν
τελέσαι τὰς περιθύμους
κατάρας Οἰδιπόδα βλαψίφρονος• 725
παιδολέτωρ δ᾽ ἔρις ἅδ᾽ ὀτρύνει.
ξένος δὲ κλήρους ἐπινωμᾷ,
Χάλυβος Σκυθᾶν ἄποικος,
κτεάνων χρηματοδαίτας
πικρός, ὠμόφρων σίδαρος, 730
χθόνα ναίειν διαπήλας,
ὁπόσαν καὶ φθιμένοισιν κατέχειν,
τῶν μεγάλων πεδίων ἀμοίρους.
ἐπεὶ δ᾽ ἂν αὐτοκτόνως
αὐτοδάικτοι θάνωσι, 735
καὶ γαΐα κόνις πίῃ
μελαμπαγὲς αἷμα φοίνιον,
τίς ἂν καθαρμοὺς πόροι,
τίς ἄν σφε λούσειεν; ὦ
πόνοι δόμων νέοι παλαι- 740
οῖσι συμμιγεῖς κακοῖς.
παλαιγενῆ γὰρ λέγω
παρβασίαν ὠκύποινον•
αἰῶνα δ᾽ ἐς τρίτον μένει•
Ἀπόλλωνος εὖτε Λάιος 745
βίᾳ, τρὶς εἰπόντος ἐν
μεσομφάλοις Πυθικοῖς
χρηστηρίοις θνᾴσκοντα γέν-
νας ἄτερ σῴζειν πόλιν,
κρατηθεὶς δ᾽ ἐκ φίλων ἀβουλιᾶν 750
__________________
όταν γράφεται η ιστορία της ζωής σου,
μην αφήνεις κανέναν να κρατάει την πένα
Απάντηση με παράθεση