Εμφάνιση ενός μόνο μηνύματος
  #2  
Παλιά 26-09-07, 17:09
Το avatar του χρήστη Xenios
Xenios Ο χρήστης Xenios δεν είναι συνδεδεμένος
Administrator
 

Τελευταία φορά Online: 12-11-16 10:12
Φύλο: Άντρας
250-500

Χορός
ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.

Ἐτεοκλής
οὐκ ἐς φθόρον σιγῶσ᾽ ἀνασχήσῃ τάδε;

Χορός
θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.

Ἐτεοκλής
αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν.

Χορός
ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος. 255

Ἐτεοκλής
ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.

Χορός
μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.

Ἐτεοκλής
παλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων;

Χορός
ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.

Ἐτεοκλής
αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος. 260

Χορός
λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ᾽ εἴσομαι.

Ἐτεοκλής
σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.

Χορός
σιγῶ• σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.

Ἐτεοκλής
τοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.
καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ᾽ ἀγαλμάτων, 265
εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς•
κἀμῶν ἀκούσασ᾽ εὐγμάτων, ἔπειτα σὺ
ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,
Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,
θάρσος φίλοις, λύουσα πολέμιον φόβον. 270
ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,
πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,
Δίρκης τε πηγαῖς, ὕδατί τ᾽ Ἰσμηνοῦ λέγω
εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης,
μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν, 275
[ταυροκτονοῦντας θεοῖσιν, ὧδ᾽ ἐπεύχομαι]
θύσειν τροπαῖα, δαΐων δ᾽ ἐσθήματα,
στέψω λάφυρα δουρίπληχθ᾽ ἁγνοῖς δόμοις.
[στέψω πρὸ ναῶν, πολεμίων δ᾽ ἐσθήματα.]
τοιαῦτ᾽ ἐπεύχου μὴ φιλοστόνως θεοῖς, 280
μηδ᾽ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν•
οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.
ἐγὼ δέ γ᾽ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ
ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον
εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών, 285
πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους
λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.

Χορός
μέλει, φόβῳ δ᾽ οὐχ ὑπνώσσει κέαρ•
γείτονες δὲ καρδίας
μέριμναι ζωπυροῦσι τάρβος 290
τὸν ἀμφιτειχῆ λεών,
δράκοντας ὥς τις τέκνων
ὑπερδέδοικεν λεχαίων δυσευνάτορας
πάντρομος πελειάς.
τοὶ μὲν γὰρ ποτὶ πύργους 295
πανδαμεὶ πανομιλεὶ
στείχουσιν. τί γένωμαι;
τοὶ δ᾽ ἐπ᾽ ἀμφιβόλοισιν
ἰάπτουσι πολίταις
χερμάδ᾽ ὀκριόεσσαν. 300
παντὶ τρόπῳ, Διογενεῖς
θεοί, πόλιν καὶ στρατὸν
Καδμογενῆ ῥύεσθε.
ποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον
τᾶσδ᾽ ἄρειον, ἐχθροῖς 305
ἀφέντες τὰν βαθύχθον᾽ αἶαν,
ὕδωρ τε Διρκαῖον, εὐ-
τραφέστατον πωμάτων
ὅσων ἵησιν Ποσει-
δᾶν ὁ γαιάοχος 310
Τηθύος τε παῖδες.
πρὸς τάδ᾽, ὦ πολιοῦχοι
θεοί, τοῖσι μὲν ἔξω
πύργων ἀνδρολέτειραν
κῆρα, ῥίψοπλον ἄταν, 315
ἐμβαλόντες ἄροισθε
κῦδος τοῖσδε πολίταις.
καὶ πόλεως ῥύτορες <ἔστ᾽>
εὔεδροί τε στάθητ᾽
ὀξυγόοις λιταῖσιν. 320
οἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν
Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν
δουλίαν ψαφαρᾷ σποδῷ
ὑπ᾽ ἀνδρὸς Ἀχαιοῦ θεόθεν
περθομέναν ἀτίμως, 325
τὰς δὲ κεχειρωμένας ἄγεσθαι,
ἒ ἔ, νέας τε καὶ παλαιὰς
ἱππηδὸν πλοκάμων, περιρ-
ρηγνυμένων φαρέων. βοᾷ
δ᾽ ἐκκενουμένα πόλις, 330
λαΐδος ὀλλυμένας μιξοθρόου•
βαρείας τοι τύχας προταρβῶ.
κλαυτὸν δ᾽ ἀρτιτρόποις ὠμοδρόποις
νομίμων προπάροιθεν διαμεῖψαι
δωμάτων στυγερὰν ὁδόν• 335
τί; τὸν φθίμενον γὰρ προλέγω
βέλτερα τῶνδε πράσσειν•
πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,
ἒ ἔ, δυστυχῆ τε πράσσει.
ἄλλος δ᾽ ἄλλον ἄγει, φονεύ- 340
ει, τὰ δὲ πυρφορεῖ• καπνῷ
[δὲ] χραίνεται πόλισμ᾽ ἅπαν•
μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας
μιαίνων εὐσέβειαν Ἄρης.
κορκορυγαὶ δ᾽ ἀν᾽ ἄστυ, προτὶ [πτόλιν] 345
δ᾽ ὁρκάνα
πυργῶτις• πρὸς ἀνδρὸς δ᾽ ἀνὴρ
<ἀμφὶ> δορὶ κλίνεται•
βλαχαὶ δ᾽ αἱματόεσσαι
τῶν ἐπιμαστιδίων
ἀρτιτρεφεῖς βρέμονται. 350
ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες•
ξυμβολεῖ φέρων φέροντι,
καὶ κενὸς κενὸν καλεῖ,
ξύννομον θέλων ἔχειν,
οὔτε μεῖον οὔτ᾽ ἴσον λελιμμένοι. 355
τἀκ τῶνδ᾽ εἰκάσαι λόγος πάρα.
παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν
ἀλγύνει κυρήσας• πικρὸν δ᾽
ὄμμα θαλαμηπόλων•
πολλὰ δ᾽ ἀκριτόφυρτος 360
γᾶς δόσις οὐτιδανοῖς
ἐν ῥοθίοις φορεῖται.
δμωίδες δὲ καινοπήμονες νέαι•
τλάμον᾽ εὐνὰν αἰχμάλωτον
ἀνδρὸς εὐτυχοῦντος ὣς 365
δυσμενοῦς ὑπερτέρου
ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
παγκλαύτων ἀλγέων ἐπίρροθον.

Ἡμιχόριον Α
ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
πευθώ τιν᾽ ἡμῖν, ὦ φίλαι, νέαν φέρει, 370
σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.

Ἡμιχόριον Β
καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος
εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν•
σπουδὴ δὲ καὶ τοῦδ᾽ οὐκ ἀπαρτίζει πόδα.

Ἄγγελος
λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων, 375
ὥς τ᾽ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν
βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
ὁ μάντις• οὐ γὰρ σφάγια γίγνεται καλά.
Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος 380
μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ•
θείνει δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,
σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.
τοιαῦτ᾽ ἀυτῶν τρεῖς κατασκίους λόφους
σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δ᾽ ἔσω 385
χαλκήλατοι κλάζουσι κώδωνες φόβον•
ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε,
φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον•
λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,
πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει. 390
τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς
βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,
ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,
ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.
τίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν 395
κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;

Ἐτεοκλής
κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ,
οὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα•
λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός.
καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος 400
ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
τάχ᾽ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.
εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι,
τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε
γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον, 405
καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται.
ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων,
μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους. 410
αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ.
σπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,
ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος,
Μελάνιππος• ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ•
Δίκη δ᾽ ὁμαίμων κάρτα νιν προστέλλεται 415
εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.

Χορός
τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν
θεοὶ δοῖεν, ὡς δικαίως πόλεως
πρόμαχος ὄρνυται• τρέμω δ᾽ αἱματη-
φόρους μόρους ὑπὲρ φίλων 420
ὀλομένων ἰδέσθαι.

Ἄγγελος
τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί•
Καπανεὺς δ᾽ ἐπ᾽ Ἠλέκτραισιν εἴληχεν πύλαις,
γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου
μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ, 425
πύργοις δ᾽ ἀπειλεῖ δείν᾽, ἃ μὴ κραίνοι τύχη•
θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς
ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.
τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς 430
μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν•
ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη•
χρυσοῖς δὲ φωνεῖ γράμμασιν "πρήσω πόλιν."
τοιῷδε φωτὶ πέμπε--τίς ξυστήσεται, 435
τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;

Ἐτεοκλής
καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται.
τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται κατήγορος•
Καπανεὺς δ᾽ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος, 440
θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα
χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν
πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ᾽ ἔπη•
πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον
ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον 445
μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ, κεἰ στόμαργός ἐστ᾽ ἄγαν,
αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
φερέγγυον φρούρημα, προστατηρίας
Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς. 450
λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.

Χορός
ὄλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται,
κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,
πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν
θ᾽ ἑδωλίων ὑπερκόπῳ 455
δορί ποτ᾽ ἐκλαπάξαι.

Ἄγγελος
καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις
λέξω• τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος
ἐξ ὑπτίου ᾽πήδησεν εὐχάλκου κράνους,
πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον. 460
ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας
δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.
φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,
μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.
ἐσχημάτισται δ᾽ ἀσπὶς οὐ σμικρὸν τρόπον• 465
ἀνὴρ [δ᾽•] ὁπλίτης κλίμακος προσαμβάσεις
στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.
βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,
ὡς οὐδ᾽ ἂν Ἄρης σφ᾽ ἐκβάλοι πυργωμάτων.
καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον 470
πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.

Ἐτεοκλής
πέμποιμ᾽ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ•
καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,
Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν
γένους,
ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων 475
βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,
ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,
ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾽ ἀσπίδος
ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.
κόμπαζ᾽ ἐπ᾽ ἄλλῳ, μηδέ μοι φθόνει λέγων. 480

Χορός
ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼ
πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.
ὡς δ᾽ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει
μαινομένᾳ φρενί, τώς νιν
Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων. 485

Ἄγγελος
τέταρτος ἄλλος, γείτονας πύλας ἔχων
Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,
Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος•
ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,
ἔφριξα δινήσαντος• οὐκ ἄλλως ἐρῶ. 490
ὁ σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν
ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι,
Τυφῶν᾽ ἱέντα πύρπνοον διὰ στόμα
λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν•
ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος 495
προσηδάφισται κοιλογάστορος κύκλου.
αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ᾽ Ἄρει
βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων.
τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον•
Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται. 500
__________________
όταν γράφεται η ιστορία της ζωής σου,
μην αφήνεις κανέναν να κρατάει την πένα
Απάντηση με παράθεση