Εμφάνιση ενός μόνο μηνύματος
  #4  
Παλιά 26-09-07, 17:12
Το avatar του χρήστη Xenios
Xenios Ο χρήστης Xenios δεν είναι συνδεδεμένος
Administrator
 

Τελευταία φορά Online: 12-11-16 10:12
Φύλο: Άντρας
750 - 1000

ἐγείνατο μὲν μόρον αὑτῷ,
πατροκτόνον Οἰδιπόδαν,
ὅστε ματρὸς ἁγνὰν
σπείρας ἄρουραν, ἵν᾽ ἐτράφη,
ῥίζαν αἱματόεσσαν 755
ἔτλα• παράνοια συνᾶγε
νυμφίους φρενώλεις.
κακῶν δ᾽ ὥσπερ θάλασσα κῦμ᾽ ἄγει•
τὸ μὲν πίτνον, ἄλλο δ᾽ ἀείρει
τρίχαλον, ὃ καὶ περὶ πρύμ- 760
ναν πόλεως καχλάζει.
μεταξὺ δ᾽ ἀλκὰ δι᾽ ὀλίγου
τείνει, πύργος ἐν εὔρει.
δέδοικα δὲ σὺν βασιλεῦσι
μὴ πόλις δαμασθῇ. 765
τελειᾶν γὰρ παλαιφάτων ἀρᾶν
βαρεῖαι καταλλαγαί• τὰ δ᾽ ὀλοὰ
πελόμεν᾽ οὐ παρέρχεται.
πρόπρυμνα δ᾽ ἐκβολὰν φέρει
ἀνδρῶν ἀλφηστᾶν 770
ὄλβος ἄγαν παχυνθείς.
τίν᾽ ἀνδρῶν γὰρ τοσόνδ᾽ ἐθαύμασαν
θεοὶ καὶ ξυνέστιοι πόλεος ὁ
πολύβατός τ᾽ ἀγὼν βροτῶν,
ὅσον τότ᾽ Οἰδίπουν τίον, 775
τὰν ἁρπαξάνδραν
κῆρ᾽ ἀφελόντα χώρας;
ἐπεὶ δ᾽ ἀρτίφρων
ἐγένετο μέλεος ἀθλίων
γάμων, ἐπ᾽ ἄλγει δυσφορῶν 780
μαινομένᾳ κραδίᾳ
δίδυμα κάκ᾽ ἐτέλεσεν•
πατροφόνῳ χερὶ τῶν
κρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη•
τέκνοις δ᾽ ἀγρίας 785
ἐφῆκεν ἐπικότους τροφᾶς,
αἰαῖ, πικρογλώσσους ἀράς,
καί σφε σιδαρονόμῳ
διὰ χερί ποτε λαχεῖν
κτήματα• νῦν δὲ τρέω 790
μὴ τελέσῃ καμψίπους Ἐρινύς.

Ἄγγελος
θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.
πόλις πέφευγεν ἥδε δούλιον ζυγόν•
πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα•
πόλις δ᾽ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου 795
πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.
στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις
ἐφραξάμεσθα μονομάχοισι προστάταις•
καλῶς ἔχει τὰ πλεῖστ᾽, ἐν ἓξ πυλώμασι•
τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης 800
ἄναξ Ἀπόλλων εἵλετ᾽, Οἰδίπου γένει
κραίνων παλαιὰς Λαΐου δυσβουλίας.

Χορός
τί δ᾽ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον;

Ἄγγελος
πόλις σέσωσται• βασιλέες δ᾽ ὁμόσποροι--

Χορός
τίνες; τί δ᾽ εἶπας; παραφρονῶ φόβῳ λόγου. 805

Ἄγγελος
φρονοῦσα νῦν ἄκουσον• Οἰδίπου τόκοι --

Χορός
οἲ ᾽γὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.

Ἄγγελος
οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένοι--

Χορός
ἐκεῖθι κεῖσθον ; βαρέα δ᾽ οὖν ὅμως φράσον.

Ἄγγελος
ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων. 810

Χορός
οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθ᾽ ἅμα ;
οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν.
αὐτὸς δ᾽ ἀναλοῖ δῆτα δύσποτμον γένος.
τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα•
πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ᾽ ἐπιστάται, 815
δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ
Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.
ἕξουσι δ᾽ ἣν λάβωσιν ἐν ταφῇ χθονός,
πατρὸς κατ᾽ εὐχὰς δυσπότμως φορούμενοι.
[πόλις σέσωσται• βασιλέοιν δ᾽ ὁμοσπόροιν 820
πέπωκεν αἷμά γαῖ᾽ ὑπ᾽ ἀλλήλων φόνῳ.]
ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι
δαίμονες, οἳ δὴ Κάδμου πύργους
τούσδε ῥύεσθε,
πότερον χαίρω κἀπολολύξω 825
πόλεως ἀσινεῖ < > σωτῆρι . .,
ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας
ἀτέκνους κλαύσω πολεμάρχους; 830
οἳ δῆτ᾽ ὀρθῶς κατ᾽ ἐπωνυμίαν
καὶ πολυνεικεῖς
ὤλοντ᾽ ἀσεβεῖ διανοίᾳ. 832 b
ὦ μέλαινα καὶ τελεία
γένεος Οἰδίπου τ᾽ ἀρά, 833 b
κακόν με καρδίαν τι περιπίτνει κρύος.
ἔτευξα τύμβῳ μέλος 835
Θυιὰς αἱματοσταγεῖς
νεκροὺς κλύουσα δυσμόρως
θανόντας• ἦ δύσορνις ἅ-
δε ξυναυλία δορός.
ἐξέπραξεν, οὐδ᾽ ἀπεῖπεν 840
πατρόθεν εὐκταία φάτις•
βουλαὶ δ᾽ ἄπιστοι Λαΐου διήρκεσαν.
μέριμνα δ᾽ ἀμφὶ πτόλιν•
θέσφατ᾽ οὐκ ἀμβλύνεται.
ἰὼ πολύστονοι, τόδ᾽ ἠρ- 845
γάσασθ᾽ ἄπιστον• ἦλθε δ᾽ αἰ-
ακτὰ πήματ᾽ οὐ λόγῳ.
τάδ᾽ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος•
διπλαῖ μέριμναι, <> διδυμάνορα
κάκ᾽ αὐτοφόνα, δίμοιρα τέ- 850
λεια τάδε πάθη. τί φῶ;
τί δ᾽ ἄλλο γ᾽ ἢ πόνοι πόνων
δόμων ἐφέστιοι;
ἀλλὰ γόων, ὦ φίλαι, κατ᾽ οὖρον
ἐρέσσετ᾽ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν 855
πίτυλον, ὃς αἰὲν δι᾽ Ἀχέροντ᾽ ἀμείβεται
τὰν ἄστολον μελάγκροκον [ναύστολον] θεωρίδα,
τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιον
πάνδοκον εἰς ἀφανῆ τε χέρσον. 860
ἀλλὰ γὰρ ἥκουσ᾽ αἵδ᾽ ἐπὶ πρᾶγος
πικρὸν Ἀντιγόνη τ᾽ ἠδ᾽ Ἰσμήνη,
θρῆνον ἀδελφοῖν• οὐκ ἀμφιβόλως
οἶμαί σφ᾽ ἐρατῶν ἐκ βαθυκόλπων
στηθέων ἥσειν ἄλγος ἐπάξιον. 865
ἡμᾶς δὲ δίκη πρότερον φήμης
τὸν δυσκέλαδόν θ᾽ ὕμνον Ἐρινύος
ἰαχεῖν Ἀίδα τ᾽
ἐχθρὸν παιᾶν᾽ ἐπιμέλπειν. 870
ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαι
στρόφον ἐσθῆσιν περιβάλλονται,
κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς
μὴ ᾽κ φρενὸς ὀρθῶς με λιγαίνειν.
ἰὼ ἰὼ δύσφρονες, 875
φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,
δόμους πατρῴους ἑλόν-
τες μέλεοι σὺν αἰχμᾷ.
μέλεοι δῆθ᾽ οἳ μελέους θανάτους
εὕροντο δόμων ἐπὶ λύμῃ. 880
ἰὼ ἰὼ δωμάτων
ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας
ἰδόντες, ἤδη διήλ-
λαχθε σὺν σιδάρῳ. 885
κάρτα δ᾽ ἀληθῆ πατρὸς Οἰδιπόδα
πότνι᾽ Ἐρινὺς ἐπέκρανεν.
δι᾽ εὐωνύμων τετυμμένοι,
τετυμμένοι δῆθ᾽,
ὁμοσπλάγχνων τε πλευρωμάτων 890

αἰαῖ δαιμόνιοι, 892
αἰαῖ δ᾽ ἀντιφόνων
θανάτων ἀραί.
διανταίαν λέγεις [πλαγὰν] δόμοισι καὶ 895
σώμασιν πεπλαγμένους, [ἐννέπω]
ἀναυδάτῳ μένει
ἀραίῳ τ᾽ ἐκ πατρὸς
<οὐ> διχόφρονι πότμῳ.
διήκει δὲ καὶ πόλιν στόνος, 900
στένουσι πύργοι,
στένει πέδον φίλανδρον• μένει
κτέανα δ᾽ ἐπιγόνοις,
δι᾽ ὧν αἰνομόροις,
δι᾽ ὧν νεῖκος ἔβα 905
[καὶ] θανάτου τέλος.
ἐμοιράσαντο δ᾽ ὀξυκάρδιοι
κτήμαθ᾽, ὥστ᾽ ἴσον λαχεῖν.
διαλλακτῆρι δ᾽ οὐκ
ἀμεμφεία φίλοις,
οὐδ᾽ ἐπίχαρις Ἄρης. 910
σιδαρόπλακτοι μὲν ὧδ᾽ ἔχουσιν,
σιδαρόπλακτοι δὲ τοὺς μένουσι,
τάχ᾽ ἄν τις εἴποι, τίνες;
τάφων πατρῴων λαχαί.
ὅδ᾽ ἁμῶν μάλ᾽ ἀχέτας τοὺς 915
προπέμπει δαϊκτὴρ γόος αὐ-
τόστονος, αὐτοπήμων,
δαϊόφρων [δ᾽•], οὐ φιλογαθής, ἐτύμως
δακρυχέων ἐκ φρενός, ἃ
κλαιομένας μου μινύθει 920
τοῖνδε δυοῖν ἀνάκτοιν.
πάρεστι δ᾽ εἰπεῖν ἐπ᾽ ἀθλίοισιν
ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,
ξένων τε πάντων στίχας
πολυφθόρους ἐν δαΐ. 925
δυσδαίμων σφιν ἁ τεκοῦσα
πρὸ πασᾶν γυναικῶν ὁπόσαι
τεκνογόνοι κέκληνται.
παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα
τούσδ᾽ ἔτεχ᾽, οἱ δ᾽ ὧδ᾽ ἐτελεύ- 930
τασαν ὑπ᾽ ἀλλαλοφόνοις
χερσὶν ὁμοσπόροισιν.
ὁμόσποροι δῆτα καὶ πανώλεθροι,
διατομαῖς οὐ φίλοις,
ἔριδι μαινομένᾳ, 935
νείκεος ἐν τελευτᾷ.
πέπαυται δ᾽ ἔχθος, ἐν δὲ γαίᾳ
ζόα φονορύτῳ
μέμεικται• κάρτα δ᾽ εἴσ᾽ ὅμαιμοι.
πικρὸς λυτὴρ νεικέων ὁ πόντιος 940
ξεῖνος ἐκ πυρὸς συθεὶς
θακτὸς σίδαρος• πικρὸς δὲ χρημάτων
κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ-
αν τιθεὶς ἀλαθῆ.
ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι 945
διοδότων ἀχθέων•
ὑπὸ δὲ σώματι γᾶς
πλοῦτος ἄβυσσος ἔσται.
ἰὼ πολλοῖς ἐπανθίσαντες
πόνοισι γενεάν• 950
τελευταῖαι δ᾽ ἐπηλάλαξαν
Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου
παντρόπῳ φυγᾷ γένους.
ἕστακε δ᾽ Ἄτας τροπαῖον ἐν πύλαις,
ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή- 955
σας ἔληξε δαίμων.

Ἀντιγόνη
παισθεὶς ἔπαισας.

Ἰσμήνη
σὺ δ᾽ ἔθανες κατακτανών.

Ἀντιγόνη
δορὶ δ᾽ ἔκανες--

Ἰσμήνη
δορὶ δ᾽ ἔθανες--

Ἀντιγόνη
μελεοπόνος. 960

Ἰσμήνη
μελεοπαθής.

Ἀντιγόνη
ἴτω γόος.

Ἰσμήνη
ἴτω δάκρυ.

Ἀντιγόνη
πρόκεισαι --

Ἰσμήνη
κατακτάς. 965

Ἀντιγόνη
ἠέ.

Ἰσμήνη
ἠέ.

Ἀντιγόνη
μαίνεται γόοισι φρήν.

Ἰσμήνη
ἐντὸς δὲ καρδία στένει.

Ἀντιγόνη
ἰὼ ἰὼ πάνδυρτε σύ.

Ἰσμήνη
σὺ δ᾽ αὖτε καὶ πανάθλιε. 970

Ἀντιγόνη
πρὸς φίλου [γ᾽•] ἔφθισο.

Ἰσμήνη
καὶ φίλον ἔκτανες.

Ἀντιγόνη
διπλᾶ λέγειν--

Ἰσμήνη
διπλᾶ δ᾽ ὁρᾶν--

Ἀντιγόνη
ἄχθεα τῶνδε τάδ᾽ ἐγγύθεν. 975

Ἰσμήνη
πέλας ἀδελφέ᾽ ἀδελφεῶν.

Χορός
ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
πότνιά τ᾽ Οἰδίπου σκιά,
μέλαιν᾽ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.

Ἀντιγόνη
ἠέ. 980

Ἰσμήνη
ἠέ.

Ἀντιγόνη
δυσθέατα πήματα --

Ἰσμήνη
ἔδειξεν ἐκ φυγᾶς ἐμοί.

Ἀντιγόνη
οὐδ᾽ ἵκεθ᾽ ὡς κατέκτανεν.

Ἰσμήνη
σωθεὶς δὲ πνεῦμ᾽ ἀπώλεσεν.

Ἀντιγόνη
ὤλεσε δῆτ᾽ <ἄγαν>. 985

Ἰσμήνη
καὶ τὸν ἐνόσφισεν.

Ἀντιγόνη
τάλαν γένος.

Ἰσμήνη
τάλαν πάθος.

Ἀντιγόνη
δύστονα κήδε᾽ ὁμαίμονα.

Ἰσμήνη
δίυγρα τριπάλτων πημάτων. 990

Χορός
ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
πότνιά τ᾽ Οἰδίπου σκιά,
μέλαιν᾽ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.

Ἀντιγόνη
σὺ τοί νιν οἶσθα διαπερῶν--

Ἰσμήνη
σὺ δ᾽ οὐδὲν ὕστερος μαθών-- 995

Ἀντιγόνη
ἐπεὶ κατῆλθες ἐς πόλιν,

Ἰσμήνη
δορός γε τῷδ᾽ ἀντηρέτας.

Ἀντιγόνη
ὀλοὰ λέγειν.

Ἰσμήνη
ὀλοὰ δ᾽ ὁρᾶν.

Ἀντιγόνη
ἰὼ πόνος-- 1000
__________________
όταν γράφεται η ιστορία της ζωής σου,
μην αφήνεις κανέναν να κρατάει την πένα
Απάντηση με παράθεση