Εμφάνιση ενός μόνο μηνύματος
  #1  
Παλιά 26-09-07, 17:08
Το avatar του χρήστη Xenios
Xenios Ο χρήστης Xenios δεν είναι συνδεδεμένος
Administrator
 

Τελευταία φορά Online: 12-11-16 11:12
Φύλο: Άντρας
Επτά επί Θήβας

Αἰσχύλου Επτά επι Θήβας

Ἐτεοκλής
Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια
ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως
οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.
εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ•
εἰ δ᾽ αὖθ᾽, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι, 5
Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν
ὑμνοῖθ᾽ ὑπ᾽ ἀστῶν φροιμίοις πολυρρόθοις
οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος
ἐπώνυμος γένοιτο Καδμείων πόλει.
ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι 10
ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,
βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,
ὥραν τ᾽ ἔχονθ᾽ ἕκαστον ὥστε συμπρεπές,
πόλει τ᾽ ἀρήγειν καὶ θεῶν ἐγχωρίων
βωμοῖσι, τιμὰς μὴ ᾽ξαλειφθῆναί ποτε• 15
τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ•
ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,
ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,
ἐθρέψατ᾽ οἰκητῆρας ἀσπιδηφόρους
πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε. 20
καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός•
χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις
καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.
νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,
ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα, 25
χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ•
οὗτος τοιῶνδε δεσπότης μαντευμάτων
λέγει μεγίστην προσβολὴν Ἀχαιίδα
νυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει.
ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων 30
ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,
πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν
πύργων στάθητε, καὶ πυλῶν ἐπ᾽ ἐξόδοις
μίμνοντες εὖ θαρσεῖτε, μηδ᾽ ἐπηλύδων
ταρβεῖτ᾽ ἄγαν ὅμιλον• εὖ τελεῖ θεός. 35
σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ
ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ•
καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.

Ἄγγελος
Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,
ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων, 40
αὐτὸς κατόπτης δ᾽ εἴμ᾽ ἐγὼ τῶν πραγμάτων•
ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,
ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος
καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,
Ἄρη τ᾽, Ἐνυώ, καὶ φιλαίματον Φόβον 45
ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς
θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,
ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ•
μνημεῖά θ᾽ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους
πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ 50
λείβοντες• οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα.
σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων
ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.
καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται•
κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλῳ λαχὼν 55
ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως
πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος•
ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς
χωρεῖ, κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρὸς 60
χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.
σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος
φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς
Ἄρεως• βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ•
καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ• 65
κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον
ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου
εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.

Ἐτεοκλής
ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,
Ἀρά τ᾽ Ἐρινὺς πατρὸς ἡ μεγασθενής, 70
μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον
ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος
φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους•
ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν• 75
γένεσθε δ᾽ ἀλκή• ξυνὰ δ᾽ ἐλπίζω λέγειν•
πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.

Χορός
θρέομαι φοβερὰ μεγάλ᾽ ἄχη•
μεθεῖται στρατός• στρατόπεδον λιπὼν
ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας• 80
αἰθερία κόνις με πείθει φανεῖσ᾽,
ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.
ἔτι δὲ <γᾶς> ἐμᾶς πεδί᾽ ὁπλόκτυπ᾽ ὠ-
τὶ χρίμπτει βοάν• ποτᾶται, βρέμει δ᾽
ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου. 85
ἰὼ ἰὼ
ἰὼ θεοὶ θεαί τ᾽ ὀρόμενον κακὸν
βοᾷ τειχέων ὕπερ ἀλεύσατε.
ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-
τρεπὴς ἐπὶ πόλιν διώκων [πόδα]. 90
τίς ἄρα ῥύσεται, τίς ἄρ᾽ ἐπαρκέσει
θεῶν ἢ θεᾶν;
πότερα δῆτ᾽ ἐγὼ <πάτρια> ποτιπέσω
βρέτη δαιμόνων; 95
ἰὼ μάκαρες εὔεδροι,
ἀκμάζει βρετέων ἔχεσθαι• τί μέλ-
λομεν ἀγάστονοι;
ἀκούετ᾽ ἢ οὐκ ἀκούετ᾽ ἀσπίδων κτύπον; 100
πέπλων καὶ στεφέων πότ᾽ εἰ μὴ νῦν ἀμ-
φὶ λιτάν᾽ ἕξομεν;
κτύπον δέδορκα• πάταγος οὐχ ἑνὸς δορός.
τί ῥέξεις; προδώσεις, παλαίχθων
Ἄρης, τὰν τεάν; 105
ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδ᾽ ἔπι-
δε πόλιν ἅν ποτ᾽ εὐφιλήταν ἔθου.
θεοὶ πολιάοχοι πάντες ἴτε χθονὸς•
ἴδετε παρθένων 110
ἱκέσιον λόχον δουλοσύνας ὕπερ.
κῦμα [γὰρ] περὶ πτόλιν δοχμολόφων ἀνδρῶν
καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον. 115
ἀλλ᾽, ὦ Ζεῦ <> πάτερ παντελές,
πάντως ἄρηξον δαΐων ἅλωσιν.
Ἀργέιοι δὲ πόλισμα Κάδμου 120
κυκλοῦνται• φόβος δ᾽ ἀρῄων ὅπλων
[δονεῖ], διὰ δέ τοι γενύων ἱππίων
κινύρονται φόνον χαλινοί.
ἑπτὰ δ᾽ ἀγάνορες πρέποντες στρατοῦ
δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις 125

προσίστανται πάλῳ λαχόντες. 127
σύ τ᾽, ὦ Διογενὲς φιλόμαχον κράτος,
ῥυσίπολις γενοῦ,
Παλλάς, ὅ θ᾽ ἵππιος ποντομέδων ἄναξ 130
ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ,
ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου.
σύ τ᾽, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμον 135
Κάδμου φύλαξον κήδεσαί τ᾽ ἐναργῶς.
καὶ Κύπρις, ἅτ᾽ εἶ γένους προμάτωρ, 140
ἄλευσον• σέθεν γὰρ ἐξ αἵματος
γεγόναμεν• λιταῖσί σε θεοκλύτοις
ἀυτοῦσαι πελαζόμεσθα.
καὶ σύ, Λύκει᾽ ἄναξ, Λύκειος γενοῦ 145
στρατῷ δαΐῳ στόνων ἀντίτας.
σύ τ᾽, ὦ Λατογένει-
α κούρα, τόξον εὐτυκάζου [Ἄρτεμι φίλα].
ἒ ἒ ἒ ἔ,
ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω• 150
ὦ πότνι᾽ Ἥρα.
ἔλακον ἀξόνων βριθομένων χνόαι.
Ἄρτεμι φίλα, ἒ ἒ ἒ ἔ,
δοριτίνακτος αἰθὴρ δ᾽ ἐπιμαίνεται. 155
τί πόλις ἄμμι πάσχει, τί γενήσεται;
ποῖ δ᾽ ἔτι τέλος ἐπάγει θεός;
ἒ ἒ ἒ ἔ,
ἀκροβόλων δ᾽ ἐπάλξεων λιθὰς ἔρχεται• 158 b
ὦ φίλ᾽ Ἄπολλον•
κόναβος ἐν πύλαις χαλκοδέτων σακέων, 160
παῖ Διός, ὅθεν
πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ.
σύ τε, μάκαιρ᾽ ἄνασσ᾽ Ὄγκα, πρὸ πόλεως
ἑπτάπυλον ἕδος ἐπιρρύου. 165
ἰὼ παναρκεῖς θεοί,
ἰὼ τέλειοι τέλειαί τε γᾶς
τᾶσδε πυργοφύλακες,
πόλιν δορίπονον μὴ προδῶθ᾽
ἑτεροφώνῳ στρατῷ. 170
κλύετε παρθένων κλύετε πανδίκως
χειροτόνους λιτάς.
ἰὼ φίλοι δαίμονες,
λυτήριο ί <τ᾽> ἀμφιβάντες πόλιν, 175
δείξαθ᾽ ὡς φιλοπόλεις,
μέλεσθέ θ᾽ ἱερῶν δημίων,
μελόμενοι δ᾽ ἀρήξατε•
φιλοθύτων δέ τοι πόλεος ὀργίων
μνήστορες ἐστέ μοι. 180

Ἐτεοκλής
ὑμᾶς ἐρωτῶ, θρέμματ᾽ οὐκ ἀνασχετά,
ἦ ταῦτ᾽ ἄριστα καὶ πόλει σωτήρια,
στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,
βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν 185
αὔειν, λακάζειν, σωφρόνων μισήματα;
μήτ᾽ ἐν κακοῖσι μήτ᾽ ἐν εὐεστοῖ φίλῃ
ξύνοικος εἴην τῷ γυναικείῳ γένει.
κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,
δείσασα δ᾽ οἴκῳ καὶ πόλει πλέον κακόν. 190
καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς
θεῖσαι διερροθήσατ᾽ ἄψυχον κάκην•
τὰ τῶν θύραθεν δ᾽ ὡς ἄριστ᾽ ὀφέλλεται,
αὐτοὶ δ᾽ ὑπ᾽ αὐτῶν ἔνδοθεν πορθούμεθα.
τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις. 195
κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,
ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,
ψῆφος κατ᾽ αὐτῶν ὀλεθρία βουλεύσεται,
λευστῆρα δήμου δ᾽ οὔ τι μὴ φύγῃ μόρον.
μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω, 200
τἄξωθεν• ἔνδον δ᾽ οὖσα μὴ βλάβην τίθει.
ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω;

Χορός
ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ᾽ ἀκού-
σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,
ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι, 205
ἱππικῶν τ᾽ ἀπύαν πηδαλίων διὰ στόμα
πυριγενετᾶν χαλινῶν.

Ἐτεοκλής
τί οὖν; ὁ ναύτης ἆρα μὴ ᾽ς πρῷραν φυγὼν
πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,
νεὼς καμούσης ποντίῳ πρὸς κύματι ; 210

Χορός
ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-
χαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδος
ὅτ᾽ ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις•
δὴ τότ᾽ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως
ἵν᾽ ὑπερέχοιεν ἀλκάν. 215

Ἐτεοκλής
πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.
οὐκοῦν τάδ᾽ ἔσται πρὸς θεῶν• ἀλλ᾽ οὖν θεοὺς
τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.

Χορός
μήποτ᾽ ἐμὸν κατ᾽ αἰῶνα λίποι θεῶν
ἅδε πανάγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ᾽ 220
ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ᾽
ἁπτόμενον πυρὶ δαΐῳ.

Ἐτεοκλής
μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς•
πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας
μήτηρ, γυνὴ σωτῆρος• ὧδ᾽ ἔχει λόγος. 225

Χορός
ἔστι• θεοῦ δ᾽ ἔτ᾽ ἰσχὺς καθυπερτέρα•
πολλάκι δ᾽ ἐν κακοῖσι τὸν ἀμάχανον
κἀκ χαλεπᾶς δύας ὕπερθ᾽ ὀμμάτων
κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.

Ἐτεοκλής
ἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια 230
θεοῖσιν ἕρδειν πολεμίων πειρωμένους •
σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.

Χορός
διὰ θεῶν πόλιν νεμόμεθ᾽ ἀδάματον,
δυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει.
τίς τάδε νέμεσις στυγεῖ; 235

Ἐτεοκλής
οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος•
ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,
εὔκηλος ἴσθι μηδ᾽ ἄγαν ὑπερφοβοῦ.

Χορός
ποτίφατον κλύουσα πάταγον ἀνάμιγα
ταρβοσύνῳ φόβῳ τάνδ᾽ ἐς ἀκρόπτολιν, 240
τίμιον ἕδος, ἱκόμαν.

Ἐτεοκλής
μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους
πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.
τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.

Χορός
καὶ μὴν ἀκούω γ᾽ ἱππικῶν φρυαγμάτων. 245

Ἐτεοκλής
μή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν.

Χορός
στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.

Ἐτεοκλής
οὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.

Χορός
δέδοικ᾽, ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται.

Ἐτεοκλής
οὐ σῖγα μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν; 250
__________________
όταν γράφεται η ιστορία της ζωής σου,
μην αφήνεις κανέναν να κρατάει την πένα
Απάντηση με παράθεση